Ax
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hypponax" aria-label="More works by Hypponax">
—
⋯
Original / primary: Textus receptus
1.24.32
Ἑρμῆ, φίλ' Ἑρμῆ, Μαιαδεῦ, Κυλλήνιε, ἐπεύχομαί τοι, κάρτα γὰρ κακῶς ῥιγῶκαὶ βαμβαλύζω... δὸς χλαῖναν Ἱππώνακτι καὶ κυπασσίσκον 5καὶ σαμβαλίσκα κἀσκερίσκα καὶ χρυσοῦστατῆρας ἑξήκοντα τοὐτέρου τοίχου.
1.25.34
ἐμοὶ γὰρ οὐκ ἔδωκας οὔτέ κω χλαῖνανδασεῖαν ἐν χειμῶνι φάρμακον ῥίγεος, οὔτ' ἀσκέρηισι τοὺς πόδας δασείηισιἔκρυψας, ὥς μοι μὴ χίμετλα ῥήγνυται.
1.29.36
ἐμοὶ δὲ Πλοῦτος‑ ἔστι γὰρ λίην τυφλός‑ ἐς τὠικί' ἐλθὼν οὐδάμ' εἶπεν' Ἱππῶναξ, δίδωμί τοι μνεας ἀργύρου τριήκοντακαὶ πόλλ' ἔτ' ἄλλα"· δείλαιος γὰρ τὰς φρένας.
1.70.12
λάβετέ μεο ταἰμάτια, κόψω Βουπάλωι τὸν ὀφθαλμόν.
1.77.128
Μοῦσά μοι Εὐρυμεδοντιάδεα τὴν ποντοχάρυβδιν, τὴν ἐν γαστρὶ μάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφ', ὅπως ψηφῖδι‹ κακῇ› κακὸν οἶτον ὀλεῖταιβουλῆι δημοσίηι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο.
1.81.182
γάμος κράτιστός ἐστιν ἀνδρὶ σώφρονιτρόπον γυναικὸς χρηστὸν ἕδνον λαμβάνειν· αὕτη γὰρ ἡ προὶξ οἰκίαν σώιζει μόνη. ὅστις δὲ τρυφῶς τὴν γυναῖκ' ἄγει λαβών 5‹› συνεργὸν οὗτος ἀντὶ δεσποίνης ἔχειεὔνουν, βεβαίαν εἰς ἅπαντα τὸν βίον.