Epistle to the Romans
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/ignatius-of-antioch" aria-label="More works by Ignatius of Antioch">
—
⋯
Original / primary: Textus receptus
9.0.1
Μνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη.
9.0.2
ἐγὼ δὲ αἰσχύνομαι ἐξ αὐτῶν καὶ ἔκτρωμα· ἀλλ’ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.
9.0.3
ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.