Adversus haereses liber 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/irenaeus-lugdunensis" aria-label="More works by Irenaeus Lugdunensis">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Καθὼς Ἠσαΐας φησί· «Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.» Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος εἰκότως ἐγκατελείφθη καὶ ἐκ μέσου ἐγένετο τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς– ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπόστολοι–, νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν. 2 Ἅπαντα μέτρῳ καὶ τάξει ὁ Θεὸς ποιεῖ, καὶ οὐδὲν ἄμετρον παρ' αὐτῷ, ὅτι μηδὲν ἀναρίθμητον.