Adversus haereses liber 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/irenaeus-lugdunensis" aria-label="More works by Irenaeus Lugdunensis">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
«Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», πρῶτον μὲν ὅτι αὐτός ἐστιν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς μόνος Θεός, ἔπειτα δὲ ὅτι ποιήσει τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, τουτέστιν τὸ ὑπὸ τοῦ Παύλου εἰρημένον· «Ὡς φωστῆρες ἐν κόσμῳ.» Δικαίως οὖν καταλιπὼν τὴν ἐπίγειον συγγένειαν πᾶσαν, ἠκολούθει τῷ Λόγῳ αὐτοῦ, ξενιτεύων ἵνα σὺν τῷ Λόγῳ πολιτευθῇ. Δικαίως δὲ καὶ οἱ ἀπόστολοι ἐξ Ἀβραὰμ τὸ γένος ἔχοντες, καταλιπόντες τὸ πλοῖον καὶ τὸν πατέρα, ἠκολούθουν τῷ Λόγῳ. Δικαίως δὲ καὶ ἡμεῖς, τὴν αὐτὴν τῷ Ἀβραὰμ πίστιν ἔχοντες, ἄραντες τὸν σταυρὸν ὡς καὶ Ἰσαὰκ τὸ ξύλον, ἀκολουθοῦμεν αὐτῷ. Αὐτὸς δὲ προθύμως τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν παραχωρήσας θυσίαν τῷ Θεῷ, ἵνα καὶ ὁ Θεὸς εὐδοκήσῃ ὑπὲρ τοῦ σπέρματος αὐτοῦ παντὸς τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν Υἱὸν θυσίαν παρασχεῖν εἰς λύτρωσιν ἡμετέραν. 4 Καὶ καλῶς ὁ Ἰουστῖνος ἐν τῷ πρὸς Μαρκίωνα συντάγματί φησιν ὅτι αὐτῷ τῷ Κυρίῳ οὐκ ἂν ἐπείσθην ἄλλον Θεὸν καταγγέλλοντι παρὰ τὸν Δημιουργόν. 5 Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος ὅτι Θεὸν εἰδέναι οὐδεὶς δύναται μὴ οὐχὶ Θεοῦ διδάξαντος, τουτέστιν ἄνευ Θεοῦ μὴ γινώσκεσθαι τὸν Θεόν· αὐτὸ δὲ τὸ γινώσκεσθαι αὐτὸν θέλημα εἶναι τοῦ Πατρός· γνώσονται γὰρ αὐτὸν οἷς ἂν ἀποκαλύψῃ ὁ Υἱός. 6 Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. 7 Πῶς τὴν σάρκα λέγουσιν εἰς φθορὰν χωρεῖν καὶ μὴ μετέχειν τῆς ζωῆς τὴν ἀπὸ τοῦ σώματος τοῦ Κυρίου καὶ τοῦ αἵματος αὐτοῦ τρεφομένην; Ἢ τὴν γνώμην οὖν ἀλλαξάτωσαν, ἢ τὸ προσφέρειν τὰ εἰρημένα παραιτησάσθωσαν. Ἡμῖν δὲ σύμφωνος τῇ γνώμῃ ἡ εὐχαριστία καὶ ἡ εὐχαριστία βεβαιοῖ τὴν γνώμην. Προσφέρομεν αὐτῷ τὰ ἴδια, ἐμμελῶς κοινωνίαν καὶ ἕνωσιν καταγγέλλοντες σαρκὸς καὶ Πνεύματος. Ὡς γὰρ ὁ ἀπὸ τῆς γῆς ἄρτος προσλαβόμενος τὴν ἐπίκλησιν τοῦ Θεοῦ οὐκέτι κοινὸς ἄρτος ἐστίν, ἀλλ' εὐχαριστία ἐκ δύο πραγμάτων συνεστηκυῖα, ἐπιγείου τε καὶ οὐρανίου, οὕτως καὶ τὰ σώματα ἡμῶν μεταλαμβάνοντα τῆς εὐχαριστίας μηκέτι εἶναι φθαρτά, τὴν ἐλπίδα τῆς εἰς αἰῶνα ἀναστάσεως ἔχοντα. 8 Καλῶς οὖν ἡ γραφὴ ἡ λέγουσα· «Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ Θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας».