Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus haereses liber 5
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/irenaeus-lugdunensis" aria-label="More works by Irenaeus Lugdunensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
«Μετασχηματίσει, φησί, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Φανερὸν ὅτι τὸ σῶμα, ὅπερ ἐστὶν ἡ σάρξ, ἥτις καὶ ταπεινοῦται πίπτουσα εἰς τὴν γῆν. Μετασχηματισμὸς δὲ αὐτῆς, ὅτι θνητὴ καὶ φθαρτὴ οὖσα ἀθάνατος καὶ ἄφθαρτος γίνεται, οὐκ ἐξ ἰδίας ὑποστάσεως, ἀλλὰ «κατὰ τὴν» τοῦ Κυρίου «ἐνέργειαν, τὸ δύνασθαι αὐτὸν» τῷ θνητῷ τὴν ἀθανασίαν καὶ τῷ φθαρτῷ περιποιήσασθαι τὴν ἀφθαρσίαν. Καὶ διὰ τοῦτό φησιν· «Ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος», φανερώτατα περὶ τοῦ Πνεύματος λέγων τοῦτο· οὔτε γὰρ ἡ ψυχὴ θνητόν, οὔτε τὸ Πνεῦμα. Καταπίνεται γὰρ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ὅτι μηκέτι σὰρξ νεκρὰ ἀλλὰ ζῶσα καὶ ἄφθαρτος ἀναμένει, ὑμνοῦσα τὸν εἰς αὐτὸ τοῦτο κατεργασάμενον ἡμᾶς Θεόν. 15 Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν κατ' εἰκόνα Θεοῦ γεγονέναι τὸν ἄνθρωπον, οὐκ ἐδείκνυτο δέ· ἔτι γὰρ ἀόρατος ἦν ὁ Λόγος, οὗ κατ' εἰκόνα ὁ ἄνθρωπος ἐγεγόνει· διὰ τοῦτο δὴ καὶ τὴν ὁμοίωσιν ῥᾳδίως ἀπέβαλεν. Ὁπότε δὲ σὰρξ ἐγένετο ὁ Λόγος τοῦ Θεοῦ, τὰ ἀμφότερα ἐπεκύρωσε· καὶ γὰρ καὶ τὴν εἰκόνα ἔδειξεν ἀληθῶς, αὐτὸς τοῦτο γενόμενος ὅπερ ἦν ἡ εἰκὼν αὐτοῦ, καὶ τὴν ὁμοίωσιν βεβαίως κατέστησε συνεξομοιώσας τὸν ἄνθρωπον τῷ ἀοράτῳ Πατρὶ διὰ τοῦ βλεπομένου Λόγου. Καὶ οὐ μόνον γε διὰ τῶν προειρημένων τὸν Πατέρα τε καὶ ἑαυτὸν ἐμήνυσεν ὁ Κύριος, ἀλλὰ δι' αὐτοῦ τοῦ πάθους. Ἐκλύων γὰρ τὴν ἀπ' ἀρχῆς ἐν τῷ ξύλῳ γενομένην τοῦ ἀνθρώπου παρακοήν, «ὑπήκοος ἐγένετο μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», τὴν ἐν τῷ ξύλῳ παρακοὴν διὰ τῆς ὑπακοῆς ἰώμενος. Οὐκ ἂν δὲ διὰ τῶν αὐτῶν ἐληλύθει ἐκλύων τὴν πρὸς τὸν πεπλακότα ἡμᾶς παρακοήν, εἰ ἄλλον κατήγγελλε Πατέρα. Ἐπειδὴ δὲ δι' ὧν παρηκούσαμεν Θεοῦ καὶ ἠπειθήσαμεν αὐτοῦ τῷ λόγῳ, διὰ τῶν αὐτῶν τὴν ὑπακοὴν εἰσηγήσατο καὶ τὴν πρὸς τὸν λόγον αὐτοῦ πεισμονήν, φανερώτατα αὐτὸν δεικνὺς Θεόν· ἐν μὲν γὰρ τῷ πρώτῳ Ἀδὰμ προσεκόψαμεν μὴ ποιήσαντες αὐτοῦ τὴν ἐντολήν, ἐν δὲ τῷ δευτέρῳ Ἀδὰμ ἀποκατηλλάγημεν ὑπήκοοι μέχρι θανάτου γενόμενοι· οὐδὲ γὰρ ἄλλῳ τινὶ ἦμεν ὀφειλέται, ἀλλ' ἐκείνῳ οὗ καὶ τὴν ἐντολὴν παρέβημεν ἀπ' ἀρχῆς. Ἔστι δὲ οὗτος ὁ Δημιουργός, ὁ κατὰ μὲν τὴν ἀγάπην Πατήρ, κατὰ δὲ τὴν δύναμιν Κύριος, κατὰ δὲ τὴν σοφίαν Ποιητὴς καὶ Πλάστης ἡμῶν, οὗ καὶ τὴν ἐντολὴν παραβάντες ἐχθροποιήθημεν πρὸς αὐτόν. Καὶ καιρῷ εἰς φιλίαν ἀποκατέστησεν ἡμᾶς ὁ Κύριος διὰ τῆς ἰδίας σαρκώσεως, «μεσίτης Θεοῦ τε καὶ ἀνθρώπων» γενόμενος. 16 Ὧδε δι' ἔργου ἔδειξεν ὁ προφήτης ὅτι τὸν στερεὸν Λόγον τοῦ Θεοῦ, ὃν ἀμελῶς ἀποβαλόντες οὐχ ηὑρίσκομεν, ἀποληψόμεθα πάλιν διὰ τῆς τοῦ ξύλου οἰκονομίας. Ὅτι δὲ ἀξίνῃ ἔοικεν ὁ Λόγος τοῦ Θεοῦ, Ἰωάννης ὁ Βαπτιστής φησι περὶ αὐτοῦ· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Καὶ Ἰερεμίας δὲ ὁμοίως φησίν· «Ὁ Λόγος Κυρίου ὡς πέλεκυς κόπτων πέτραν.» Τοῦτον οὖν κεκρυμμένον ἀφ' ἡμῶν ἡ τοῦ ξύλου ἐφανέρωσεν, ὡς προέφαμεν, οἰκονομία. Ἐπεὶ γὰρ διὰ ξύλου ἀπεβάλομεν αὐτόν, διὰ ξύλου πάλιν φανερὸς τοῖς πᾶσιν ἐγένετο, ἐπιδεικνύων τὸ ὕψος καὶ μῆκος καὶ πλάτος καὶ βάθος ἐν ἑαυτῷ καὶ, ὡς ἔφη τις τῶν προβεβηκότων, διὰ τῆς θείας ἐκτάσεως τῶν χειρῶν τοὺς δύο λαοὺς εἰς ἕνα Θεὸν συνάγων· δύο μὲν γὰρ αἱ χεῖρες, ὅτι καὶ δύο λαοὶ διεσπαρμένοι εἰς τὰ πέρατα τῆς γῆς, μία δὲ μέση κεφαλή, ὅτι «εἷς Θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν». 17 Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησίν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες, ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ παρατροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης. Ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ' οὐχὶ ὑπὸ τοῦ διαβόλου, ὥς τινές φασιν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν, ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούωσι τὴν πολλὴν τῶν ἀνθρώπων ἀδικίαν. Καὶ κατὰ τοῦτο καὶ «αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ», καθὼς Παῦλός φησι. Φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν «ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτάς»· οὐ γὰρ τῇ τούτου κελεύσει βασιλεῖς καθίστανται. Οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων δίδονται καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν. 18 Καὶ καλῶς ὁ Ἰουστῖνος εἶπεν ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου παρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς βλασφημῆσαι τὸν Θεόν, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάκρισιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι, μετὰ δὲ τὴν παρουσίαν τοῦ Κυρίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν ἀποστόλων μαθὼν ἀναφανδὸν ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται κατ' ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ καὶ πᾶσι τοῖς ἀμετανοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώπων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατακεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι αὐτὸν ἀποκαλεῖ, ἀλλ' οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ, ὡς καὶ οἱ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς νομοθέτας, ἀλλ' οὐχ ἑαυτούς. 19 Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, τούτοις τὴν ἰδίαν παρέχει κοινωνίαν· κοινωνία δὲ Θεοῦ ζωὴ καὶ φῶς καὶ ἀπόλαυσις τῶν παρ' αὐτοῦ ἀγαθῶν. 20 Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, τούτοις τὸν ἀπ' αὐτοῦ χωρισμὸν ἐπάγει· χωρισμὸς δὲ Θεοῦ θάνατος, καὶ χωρισμὸς φωτὸς σκότος, καὶ χωρισμὸς Θεοῦ ἀποβολὴ πάντων τῶν παρ' αὐτοῦ ἀγαθῶν. Οἱ οὖν διὰ τῆς ἀποστασίας ἀποβαλόντες τὰ προειρημένα, ἅτε ἐστερημένοι πάντων τῶν ἀγαθῶν, ἐν πάσῃ κολάσει καταγίνονται, τοῦ Θεοῦ μὲν προηγητικῶς μὴ κολάζοντος, ἐπακολουθούσης δὲ ἐκείνοις τῆς κολάσεως διὰ τὸ ἐστερῆσθαι πάντων τῶν ἀγαθῶν. 21 Αἰώνια δὲ καὶ ἀτελεύτητα τὰ παρὰ τοῦ Θεοῦ ἀγαθά, καὶ διὰ τοῦτο καὶ ἡ στέρησις αὐτῶν αἰώνιος καὶ ἀτελεύτητος, ὡς, διηνεκοῦς ὄντος τοῦ φωτός, οἱ τυφλώσαντες ἑαυτοὺς ἢ καὶ ὑπὸ ἄλλων τυφλωθέντες διηνεκῶς ἀπεστέρηνται τῆς τοῦ φωτὸς ἀπολαύσεως, οὐ τοῦ φωτὸς ἐπιφέροντος αὐτοῖς τὴν ἐν τῇ τυφλώσει τιμωρίαν, ἀλλ' αὐτῆς τῆς τυφλώσεως ἐπαγούσης τὴν μοχθηρίαν. Ἐπεὶ οὖν ἐν τῷ αἰῶνι τούτῳ οἱ μὲν προστρέχουσι τῷ φωτὶ καὶ διὰ τῆς πίστεως ἑνοῦσιν ἑαυτοὺς τῷ Θεῷ, οἱ δὲ ἀφίστανται τοῦ φωτὸς καὶ ἀφορίζουσιν ἑαυτοὺς τοῦ Θεοῦ, ἐκδέχεται ὁ Λόγος τοῦ Θεοῦ τοῖς πᾶσιν τὴν ἁρμόζουσαν οἴκησιν ἐπάγων, τοῖς μὲν ἐν τῷ φωτὶ πρὸς τὸ ἀπολαύειν αὐτοὺς τῶν ἐν αὐτῷ ἀγαθῶν, τοῖς δὲ ἐν τῷ σκότει πρὸς τὸ μετέχειν αὐτοὺς τῆς ἐν αὐτῷ μοχθηρίας. Διὰ τοῦτό φησι τοὺς μὲν ἐκ δεξιῶν ἀνακαλέσασθαι εἰς τὴν τοῦ Πατρὸς βασιλείαν, τοὺς δὲ ἐξ ἀριστερῶν εἰς τὸ αἰώνιον πῦρ πέμψειν· ἑαυτοὺς γὰρ πάντων ἐστέρησαν τῶν ἀγαθῶν. 22 Ὁ Ἀπόστολός φησιν· «Ἀνθ' ὧν τὴν ἀγάπηντοῦ Θεοῦ οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς, διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», τοῦ μὲν γὰρ ἐρχομένου ἰδίᾳ γνώμῃ τὴν ἀπιστίαν ἀνακεφαλαιουμένου πρὸς ἑαυτὸν καὶ αὐτεξουσίου πράξαντος ὅσα καὶ πράξει καὶ εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαντος, ἵνα ὡς Χριστὸν αὐτὸν προσκυνήσουσιν οἱ πλανώμενοι ὑπ' αὐτοῦ, διὸ καὶ δικαίως εἰς τὴν κάμινον βληθήσονται τοῦ πυρός, τοῦ Θεοῦ δὲ κατὰ τὴν ἰδίαν πρόγνωσιν προειδότος τὰ πάντα καὶ ἁρμόζοντι καιρῷ τὸν τοιοῦτον μέλλοντα ἔσεσθαι ἐπάγοντος «εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει», οὗ τὴν παρουσίαν Ἰωάννης ἐνταῦθα οὕτως ἐμήνυσεν.

Intertext edge

Open linked passage

Note