Adversus haereses liber 5
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/irenaeus-lugdunensis" aria-label="More works by Irenaeus Lugdunensis">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Τῷ δὲ μόνῳ βεβαίῳ καὶ ἀληθεῖ διδασκάλῳ ἑπόμενος τῷ Λόγῳ Θεοῦ Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, τῷ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀγάπην γεγονότι τοῦτο ὅπερ ἐσμέν, ἵνα ἡμᾶς εἶναι καταρτίσῃ ἐκεῖνο ὅπερ ἐστὶν αὐτός. Οὐ γὰρ ἄλλως ἡμεῖς μαθεῖν ἐδυνάμεθα τὰ τοῦ Θεοῦ, εἰ μὴ ὁ διδάσκαλος ἡμῶν, Λόγος ὤν, ἄνθρωπος ἐγένετο. Οὐδὲ γὰρ ἄλλος υἱός τις ἦν ἐξηγήσασθαι τὰ τοῦ Πατρός, εἰ μὴ ὁ ἀΐδιος αὐτοῦ Λόγος. 2 Τῷ ἰδίῳ οὖν αἵματι λυτρωσαμένου ἡμᾶς τοῦ Κυρίου καὶ δόντος τὴν ψυχὴν αὐτοῦ ἀντὶ τῆς ἡμετέρας ψυχῆς καὶ τὴν σάρκα τὴν ἑαυτοῦ ἀντὶ τῶν ἡμετέρων σαρκῶν. 3 Οὐ γὰρ δοκήσει ταῦτα, ἀλλ' ἐν ὑποστάσει ἀληθείας ἐγίνετο. Εἰ δὲ μὴ ὢν ἄνθρωπος ἐφαίνετο ἄνθρωπος, οὔτε ὃ ἦν ἐπ' ἀληθείας ἔμεινε, Πνεῦμα Θεοῦ, ἐπεὶ ἀόρατον τὸ Πνεῦμα, οὔτε ἀλήθειά τις ἦν ἐν αὐτῷ, οὐ γὰρ ἐκεῖνο ἦν ὅπερ ἐφαίνετο. Προείπομεν δὲ ὅτι Ἀβραὰμ καὶ οἱ λοιποὶ προφῆται προφητικῶς αὐτὸν ἔβλεπον, τὸ μέλλον ἔσεσθαι δι' ὄψεως προφητεύοντες. Εἰ οὖν καὶ νῦν τοιοῦτος ἐφάνη, μὴ ὢν ὅπερ ἐφαίνετο, προφητική τις ὀπτασία γέγονε τοῖς ἀνθρώποις, καὶ δεῖ ἄλλην ἐκδέχεσθαι παρουσίαν αὐτοῦ, ἐν ᾗ τοιοῦτος ἔσται οἷος νῦν ὁρᾶται προφητικῶς. Ἀπεδείξαμεν δὲ ὅτι τὸ αὐτό ἐστι δοκήσει λέγειν πεφηνέναι καὶ μηδὲν ἐκ τῆς Μαρίας εἰληφέναι. Οὐδὲ γὰρ ἦν ἀληθῶς σάρκα καὶ αἷμα ἐσχηκώς, δι' ὧν ἡμᾶς ἐξηγοράσατο, εἰ μὴ τὴν ἀρχαίαν πλάσιν τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο. Μάταιοι οὖν οἱ ἀπὸ Οὐαλεντίνου, τοῦτο δογματίζοντες, ἵνα ἐκβάλωσι τὴν ζωὴν τῆς σαρκός. 4 Ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν καὶ διὰ τῆς κτίσεως τρεφόμεθα, τὴν δὲ κτίσιν αὐτὸς ἡμῖν παρέχει, τὸν ἥλιον αὐτοῦ ἀνατέλλων καὶ βρέχων καθὼς βούλεται, τὸ ἀπὸ τῆς κτίσεως ποτήριον ἴδιον αἷμα ὡμολόγησεν, ἐξ οὗ δεύσει τὸ ἡμέτερον αἷμα, καὶ τὸν ἀπὸ τῆς κτίσεως ἄρτον ἴδιον σῶμα διεβεβαιώσατο, ἀφ' οὗ τὰ ἡμέτερα αὔξει σώματα. Ὁπότε οὖν καὶ τὸ κεκραμένον ποτήριον καὶ ὁ γεγονὼς ἄρτος ἐπιδέχεται τὸν λόγον τοῦ Θεοῦ καὶ γίνεται εὐχαριστία καὶ σῶμα Χριστοῦ, ἐκ τούτων τε αὔξει καὶ συνέστηκεν ἡ τῆς σαρκὸς ἡμῶν ὑπόστασις, πῶς δεκτικὴν μὴ εἶναι τὴν σάρκα λέγουσι τῆς δωρεᾶς τοῦ Θεοῦ, ἥτις ἐστὶ ζωὴ αἰώνιος, τὴν ἀπὸ τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου τρεφομένην καὶ μέλος αὐτοῦ ὑπάρχουσαν; Καθὼς ὁ μακάριος Ἀπόστολός φησιν ἐν τῇ πρὸς Ἐφεσίους ἐπιστολῇ ὅτι «Μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ», οὐ περὶ πνευματικοῦ τινος καὶ ἀοράτου ἀνθρώπου λέγων ταῦτα, «τὸ γὰρ πνεῦμα οὔτε ὀστέα οὔτε σάρκας ἔχει», ἀλλὰ περὶ τῆς κατὰ τὸν ἀληθινὸν ἄνθρωπον οἰκονομίας, τῆς ἐκ σαρκῶν καὶ νεύρων καὶ ὀστέων συνεστώσης, ἥτις καὶ ἐκ τοῦ ποτηρίου ὅ ἐστιν αἷμα αὐτοῦ τρέφεται καὶ ἐκ τοῦ ἄρτου ὅ ἐστι σῶμα αὐτοῦ αὔξεται. Καὶ ὅνπερ τρόπον τὸ ξύλον τῆς ἀμπέλου κλιθὲν εἰς τὴν γῆν τῷ ἰδίῳ καιρῷ ἐκαρποφόρησε, καὶ «ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν» καὶ διαλυθεὶς πολλοστὸς ἠγέρθη διὰ τοῦ Πνεύματος τοῦ Θεοῦ τοῦ συνέχοντος τὰ πάντα, ἔπειτα δὲ διὰ τῆς σοφίας τοῦ Θεοῦ εἰς χρῆσιν ἐλθόντα ἀνθρώπων καὶ προσλαμβανόμενα τὸν λόγον τοῦ Θεοῦ εὐχαριστία γίνεται, ὅπερ ἐστὶ σῶμα καὶ αἷμα τοῦ Χριστοῦ, οὕτως καὶ τὰ ἡμέτερα σώματα ἐξ αὐτῆς τρεφόμενα καὶ τεθέντα εἰς τὴν γῆν καὶ διαλυθέντα ἐν αὐτῇ ἀναστήσεται ἐν τῷ ἰδίῳ καιρῷ, τοῦ Λόγου τοῦ Θεοῦ τὴν ἔγερσιν αὐτοῖς χαριζομένου εἰς δόξαν Θεοῦ καὶ Πατρός, ὃς ὄντως τῷ θνητῷ τὴν ἀθανασίαν περιποιεῖ καὶ τῷ φθαρτῷ τὴν ἀφθαρσίαν προσχαρίζεται, ὅτι ἡ δύναμις τοῦ Θεοῦ ἐν ἀσθενείᾳ τελειοῦται, ἵνα μὴ ὡς ἐξ ἡμῶν αὐτῶν ἔχοντες τὴν ζωὴν φυσιωθῶμεν καὶ ἐπαρθῶμέν ποτε κατὰ τοῦ Θεοῦ ἀχάριστον ἔννοιαν ἀναλαβόντες, πείρᾳ δὲ μαθόντες ὅτι ἐκ τῆς ἐκείνου ὑπεροχῆς ἀλλ' οὐκ ἐκ τῆς ἡμετέρας φύσεως τὴν εἰς ἀεὶ παραμονὴν ἔχομεν, μήτε τῆς περὶ τὸν Θεὸν δόξης ὡς ἔστιν ἀστοχήσωμεν, μήτε τὴν ἡμετέραν φύσιν ἀγνοήσωμεν, ἀλλ' εἰδῶμεν τί ὁ Θεὸς δύναται καὶ τί ἄνθρωπος εὐεργετεῖται, καὶ μὴ σφαλῶμέν ποτε τῆς ἀληθοῦς περὶ τῶν ὄντων ὡς ἔστι καταλήψεως, τουτέστι Θεοῦ τε καὶ ἀνθρώπων. Καὶ μήτι γε, καθὼς προείπαμεν, καὶ διὰ τοῦτο ἠνέσχετο ὁ Θεὸς τὴν εἰς τὴν γῆν ἡμῶν ἀνάλυσιν, ὅπως παντοίως παιδευθέντες ἐν πᾶσιν εἰς τὸ μέλλον ὦμεν ἀκριβεῖς, μήτε Θεὸν μήτε ἑαυτοὺς ἀγνοοῦντες; Σαφέστατα δὲ Παῦλος ἐπέδειξεν ὅτι παρεδόθη τῇ ἑαυτοῦ ἀσθενείᾳ ὁ ἄνθρωπος ἵνα μὴ ἐπαρθείς ποτε ἀστοχήσῃ τῆς ἀληθείας, εἰπών· «Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.» 5 Εἰ γὰρ τὸ θνητὸν οὐ ζωοποιεῖ καὶ τὸ φθαρτὸν μὴ ἀνάγει εἰς ἀφθαρσίαν, οὐκ ἔστι δυνατὸς ὁ Θεός. Ἀλλ' ὅτι δυνατός ἐστιν ἐν τοῖς τοιούτοις πᾶσιν, ἐκ τῆς ἀρχῆς ἡμῶν συννοεῖν ὀφείλομεν, ὅτι λαβὼν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, ἐποίησε τὸν ἄνθρωπον, καίπερ πολλῷ δυσκολώτερον καὶ ἀπιστότερον ἦν ἐκ μὴ ὄντων ὀστέων τε καὶ νεύρων καὶ τῆς λοιπῆς τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας ποιῆσαι εἰς τὸ εἶναι καὶ ἔμψυχον καὶ λογικὸν ἀπεργάσασθαι ζῷον, ἢ τὸ γεγονός, ἔπειτα ἀναλυθὲν εἰς τὴν γῆν, αὖθις ἀποκαταστῆσαι εἰς ἐκεῖνα χωρῆσαν ὅθεν τὴν ἀρχὴν μηδέπω γεγονὼς ἐγενήθη ὁ ἄνθρωπος· ὁ γὰρ τὴν ἀρχὴν οὐκ ὄντα ποιήσας ὁπότε ἠθέλησε πολλῷ μᾶλλον τοὺς ἤδη γεγονότας αὖθις ἀποκαταστήσει θελήσας εἰς τὴν ὑπ' αὐτοῦ διδομένην ζωήν. Εὑρεθήσεται δὲ καὶ δεκτικὴ ἅμα καὶ χωρητικὴ ἡ σὰρξ τῆς τοῦ Θεοῦ δυνάμεως· εἰ γὰρ τὴν ἀρχὴν ἀπεδέξατο τὴν τέχνην τοῦ Θεοῦ, καὶ τὸ μέν τι ἐγένετο ὀφθαλμὸς τοῦ ὁρᾶν, τὸ δὲ οὖς, καὶ ἄλλο ἄλλο. Τί γάρ; Οὐκ ἔστιν ἀριθμὸν εἰπεῖν πάσης τῆς κατὰ τὸν ἄνθρωπον μελοποιΐας, ἥτις οὐκ ἄνευ σοφίας πολλῆς ἐγένετο. Τὰ δὲ τέχνης καὶ σοφίας μετέχοντα Θεοῦ μετέχει καὶ τῆς δυνάμεως αὐτοῦ. Οὐκ ἄρα οὖν ἄμοιρος ἡ σὰρξ τεχνικῆς σοφίας καὶ δυνάμεως Θεοῦ, ἀλλ' ἡ δύναμις αὐτοῦ, ἥτις ἐστὶ ζωῆς παρεκτική, ἐν ἀσθενείᾳ τελεῖται, τουτέστιν ἐν σαρκί. Εἰπάτωσαν ἡμῖν οἱ λέγοντες μὴ εἶναι δεκτικὴν τὴν σάρκα τῆς παρὰ τοῦ Θεοῦ διδομένης ζωῆς, πότερον ζῶντες νῦν καὶ μετέχοντες τῆς ζωῆς λέγουσι ταῦτα, ἢ τὸ καθόλου ζωῆς μετέχοντες μηδέν, νεκροὺς δὲ ἑαυτοὺς τῷ παρόντι ὁμολογοῦσιν; Ἀλλ' εἰ μέν εἰσι νεκροί, πῶς καὶ κινοῦνται καὶ λαλοῦσι καὶ τὰ λοιπὰ ποιοῦσιν, ἅπερ οὐχὶ νεκρῶν ἀλλὰ ζώντων ἔργα; Εἰ δὲ ζῶσι νῦν καὶ ὅλον αὐτῶν μετέχει τὸ σῶμα τῆς ζωῆς, πῶς τολμῶσι λέγειν μὴ εἶναι τὴν σάρκα μετοχικὴν τῆς ζωῆς, ὁμολογοῦντες ἔχειν ζωὴν ἐν τῷ παρόντι; Ὅμοιον εἴ τις σπογγιὰν ὕδατος πλήρη κρατῶν ἢ λαμπάδα φωτὸς μὴ δύνασθαι λέγει μετέχειν τοῦ ὕδατος ἐπὶ τῆς σπογγιᾶς μηδὲ τὴν λαμπάδα τοῦ πυρός· τὸν αὐτὸν τρόπον καὶ οὗτοι ζῆν λέγοντες καὶ βαστάζειν τὴν ζωὴν ἐν τοῖς ἰδίοις αὐχοῦντες μέλεσιν, ἔπειτα ἑαυτοῖς ἐναντιούμενοι, τὰ μέλη αὐτῶν ἐπιδεκτικὰ μὴ λέγουσι τῆς ζωῆς. Εἰ δὲ τὸ πρόσκαιρον τοῦ ζῆν πολλῷ ἀσθενέστερον ἐκείνης τῆς αἰωνίας ζωῆς ὅμως τοσοῦτον δύναται ὥστε ζωοποιεῖν ἡμῶν τὰ θνητὰ μέλη, ἡ τούτου δραστικωτέρα καὶ αἰώνιος ζωὴ τί ὅτι οὐ ζωοποιεῖ τὴν σάρκα τὴν ἤδη μεμελετηκυῖαν καὶ εἰθισμένην βαστάζειν τὴν ζωήν; Ὅτι γὰρ ἐπιδεκτικὴ ζωῆς ἐστιν ἡ σάρξ, ἐκ τοῦ ζῆν δείκνυται· ζῇ δὲ ἐφ' ὅσον αὐτὴν ὁ Θεὸς θέλει ζῆν. Ὅτι δὲ καὶ ὁ Θεὸς δυνατὸς παρέχειν αὐτῇ τὴν ζωήν, δῆλον· ἐκείνου γὰρ παρέχοντος ἡμῖν τὴν ζωήν, ζῶμεν. Καὶ τοῦ Θεοῦ οὖν δυνατοῦ ὄντος ζωοποιεῖν τὸ πλάσμα τὸ ἑαυτοῦ καὶ τῆς σαρκὸς δυναμένης ζωοποιεῖσθαι, τί λοιπὸν τὸ κωλῦον αὐτὴν μετέχειν τῆς ἀφθαρσίας, ἥτις ἐστὶ μακαρία καὶ ἀτελεύτητος ὑπὸ Θεοῦ διδομένη ζωή; 6 Τί δὲ καὶ περὶ ἐκείνων λέγομεν, ὅπου γε καὶ Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ ἐν σώματι μετετέθη, τὴν μετάθεσιν τῶν δικαίων προμηνύων, καὶ Ἠλίας ὡς ἦν ἐν τῇ τοῦ πλάσματος ὑποστάσει ἀνελήφθη, τὴν ἀνάληψιν τῶν πνευματικῶν προφητεύων; Καὶ οὐδὲν ἐνεπόδισεν αὐτοῖς τὸ σῶμα πρὸς τὴν μετάθεσιν καὶ ἀνάληψιν· δι' ὧν γὰρ χειρῶν ἐπλάσθησαν τὴν ἀρχήν, διὰ τούτων τὴν ἀνάληψιν καὶ μετάθεσιν ἐλάμβανον. Εἰθισμέναι γὰρ ἦσαν ἐν τῷ Ἀδὰμ αἱ χεῖρες τοῦ Θεοῦ ῥυθμίζειν καὶ κρατεῖν καὶ βαστάζειν τὸ ἴδιον πλάσμα καὶ φέρειν καὶ τιθέναι ὅπου αὐταὶ βούλονται. Ποῦ οὖν ἐτέθη ὁ πρῶτος ἄνθρωπος; Ἐν τῷ παραδείσῳ δηλονότι, καθὼς γέγραπται. Καὶ ἐκεῖθεν ἐξεβλήθη εἰς τόνδε τὸν κόσμον παρακούσας. Διὸ καὶ λέγουσιν οἱ πρεσβύτεροι, τῶν ἀποστόλων μαθηταί, τοὺς μετατεθέντας ἐκεῖσε μετατεθῆναι– δικαίοις γὰρ ἀνθρώποις καὶ πνευματοφόροις ἡτοιμάσθη ὁ παράδεισος, ἐν ᾧ καὶ Παῦλος ὁ ἀπόστολος εἰσκομισθεὶς ἤκουσε ῥήματα ἄρρητα ὡς πρὸς ἡμᾶς ἐν τῷ παρόντι– κἀκεῖ μένειν τοὺς μετατεθέντας ἕως συντελείας, προοιμιαζομένους τὴν ἀφθαρσίαν. Εἰ δέ τις ἀδύνατον ὑπολάβοι χρόνοις τοσούτοις ὑπομένειν τοὺς ἀνθρώπους, καὶ τὸν Ἠλίαν μὴ ἔνσαρκον ἀνειλῆφθαι, δεδαπανῆσθαι δὲ τὴν σάρκα αὐτοῦ ἐν τῷ πυρίνῳ ἅρματι, ἐννοησάτω μὲν ὅτι Ἰωνᾶς ἐν τῷ βυθῷ ῥιφείς, σῶος πάλιν ἐξεπτύσθη τῇ γῇ κελεύσει Θεοῦ, Ἀνανίας τε καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰςκάμινον ἐμβληθέντες πυρὸς ἑπταπλασίως ἐκκαιομένην οὔτε ἐβλάβησάν τι οὔτε ὀσμὴ πυρὸς εὑρέθη ἐν αὐτοῖς. Ἡ οὖν αὐτοῖς συμπαροῦσα χεὶρ τοῦ Θεοῦ καὶ παράδοξα καὶ ἀδύνατα τῇ φύσει τῶν ἀνθρώπων εἰς αὐτοὺς ἐπιτελέσασα, τί θαυμαστὸν εἰ καὶ ἐν τοῖς μετατεθεῖσιν ἀπείργασται παράδοξον ὑπουργοῦσα τῷ θελήματι τοῦ Πατρός; Οὔτε οὖν φύσις τινὸς τῶν γεγονότων οὔτε μὴν ἀσθένεια σαρκὸς ὑπερισχύσει τῆς βουλῆς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ Θεὸς τοῖς γεγονόσιν ἀλλὰ τὰ γεγονότα ὑποτέτακται τῷ Θεῷ, καὶ τὰ πάντα ἐξυπηρετεῖ τῷ βουλήματι αὐτοῦ. 7 Καθὼς καὶ πολλῶν ἀκούομεν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ προφητικὰ χαρίσματα ἐχόντων καὶ παντοδαπαῖς λαλούντων διὰ τοῦ Πνεύματος γλώσσαις καὶ τὰ κρύφια τῶν ἀνθρώπων εἰς φανερὸν ἀγόντων ἐπὶ τῷ συμφέροντι καὶ τὰ μυστήρια τοῦ Θεοῦ ἐκδιηγουμένων. 8 Τοὺς δὲ ἀχαλιναγωγήτους, φησί, καὶ καταφερομένους εἰς τὰς ἑαυτῶν ἐπιθυμίας, μηδεμίαν ἔχοντας ἐπιθυμίαν θείου Πνεύματος, δικαίως ὁ Ἀπόστολος σαρκικοὺς καλεῖ. 9 Ἐπεὶ ἄνευ Πνεύματος Θεοῦ σωθῆναι οὐ δυνάμεθα, προτρεπόμενος ἡμᾶς ὁ Ἀπόστολος διὰ τῆς πίστεως καὶ τῆς ἁγνῆς ἀναστροφῆς συντηρεῖν τὸ Πνεῦμα τοῦ Θεοῦ, ἵνα μὴ ἄμοιροι τοῦ θείου Πνεύματος γενόμενοι ἀποτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, ἐβόησε μὴ δύνασθαι τὴν σάρκα καθ' ἑαυτὴν ἐν τῷ αἵματι βασιλείαν κληρονομῆσαι Θεοῦ. Εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ κληρονομεῖ ἀλλὰ κληρονομεῖται ἡ σάρξ. Ὡς οὖν ἡ νύμφη γαμῆσαι μὲν οὐ δύναται, γαμηθῆναι δὲ δύναται, ὅταν ἔλθῃ καὶ παραλήψεται αὐτὴν ὁ νυμφίος, οὕτως καὶ ἡ σὰρξ καθ' ἑαυτὴν βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται, κληρονομηθῆναι δὲ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ δύναται. Κληρονομεῖ γὰρ ὁ ζῶν τὰ τοῦ τετελευτηκότος, καὶ ἕτερον μέν ἐστι τὸ κληρονομεῖν, ἕτερον δὲ τὸ κληρονομεῖσθαι· ὁ μὲν γὰρ κυριεύει καὶ ἀφηγεῖται καὶ διατίθησι τὰ κληρονομούμενα ᾗ ἂν αὐτὸς βουληθῇ, τὰ δὲ ὑποτέτακται καὶ ὑπακούει καὶ κυριεύεται ὑπὸ τοῦ κληρονομοῦντος. Τί οὖν ἐστι τὸ ζῶν; Τὸ Πνεῦμα τοῦ Θεοῦ. Τίνα δὲ τὰ ὑπάρχοντα τοῦ τετελευτηκότος; Τὰ μέλη τοῦ ἀνθρώπου τὰ καὶ φθειρόμενα ἐν τῇ γῇ ταύτῃ. Ταῦτα δὲ κληρονομεῖται ὑπὸ τοῦ Πνεύματος μεταφερόμενα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 10 Ὡς γὰρ φθορᾶς ἐπιδεκτικὴ ἡ σάρξ, οὕτως καὶ ἀφθαρσίας, καὶ ὡς θανάτου, οὕτως καὶ ζωῆς. Καὶ ἀμφότερα οὐ μένει κατὰ τὸ αὐτό, ἀλλ' ἐξωθεῖται τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου, καὶ παρόντος τοῦ ἑτέρου ἀναιρεῖται τὸ ἕτερον. Εἰ οὖν ὁ θάνατος ἐπικρατήσας τοῦ ἀνθρώπου ἔξωσεν αὐτοῦ τὴν ζωὴν καὶ νεκρὸν ἀπέδειξε, πολλῷ μᾶλλον ἡ ζωὴ ἐπικρατήσασα τοῦ ἀνθρώπου ἀπωθεῖται τὸν θάνατον καὶ ζῶντα τὸν ἄνθρωπον ἀποκαταστήσει τῷ Θεῷ. Εἰ γὰρ ὁ θάνατος ἐνεκροποίησε τὸν ἄνθρωπον, καθὼς Ἠσαΐας ὁ προφήτης φησίν· «Κατέπιεν ὁ θάνατος ἰσχύσας», καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». 11 Ἕτερόν ἐστι πνοὴ ζωῆς ἡ καὶ ψυχικὸν ἀπεργαζομένη τὸν ἄνθρωπον, καὶ ἕτερον Πνεῦμα ζωοποιοῦν τὸ καὶ πνευματικὸν αὐτὸν ἀποτελοῦν. Καὶ διὰ τοῦτο Ἠσαΐας φησίν· «Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερεώσας αὐτόν, ὁ πήξας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ Πνεῦμα τοῖς πατοῦσιν αὐτήν», τὴν μὲν πνοὴν κοινῶς παντὶ τῷ ἐπὶ τῆς γῆς λαῷ φήσας δεδόσθαι, τὸ δὲ Πνεῦμα ἰδίως τοῖς καταπατοῦσι τὰς γεώδεις ἐπιθυμίας. Διὸ καὶ πάλιν ὁ αὐτὸς Ἠσαΐας διαστέλλων τὰ προειρημένα φησίν· «Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα», τὸ μὲν Πνεῦμα ἰδίως ἐπὶ τοῦ Θεοῦ τάξας τοῦ ἐπ' ἐσχάτων τῶν καιρῶν ἐκχέοντος αὐτὸ διὰ τῆς υἱοθεσίας ἐπὶ τὴν ἀνθρωπότητα, τὴν δὲ πνοὴν κοινῶς ἐπὶ τῆς κτίσεως, καὶ ποίημα ἀναγορεύσας αὐτήν. Ἕτερον δέ ἐστι τὸ ποιηθὲν τοῦ ποιήσαντος. Ἡ οὖν πνοὴ πρόσκαιρος, τὸ δὲ Πνεῦμα ἀένναον. Καὶ ἡ μὲν πνοὴ ἀκμάσασα πρὸς βραχὺ καὶ καιρῷ τινι παραμείνασα μετὰ τοῦτο πορεύεται, ἄπνουν ἐγκαταλιποῦσα ἐκεῖνο περὶ ὃ ἦν τὸ πρότερον· τὸ δὲ Πνεῦμα περιλαβὸν ἔνδοθεν καὶ ἔξωθεν τὸν ἄνθρωπον, ἅτε ἀεὶ παραμένον, οὐδέποτε ἐκλείψει αὐτόν. 12 Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς ῥέψας ἐπὶ τὸ χεῖρον ἀπώλεσε τὴν ζωήν, οὕτως πάλιν ὁ αὐτὸς ἐκεῖνος ἐπὶ τὸ βέλτιον ἐπανελθὼν καὶ προσλαβόμενος τὸ ζωοποιοῦν Πνεῦμα εὑρήσει τὴν ζωήν. Οὐ γὰρ ἄλλο τὸ ἀποθνῇσκον καὶ ἄλλο τὸ ζωοποιούμενον, ὡς οὐδὲ ἄλλο τὸ ἀπολωλὸς καὶ ἄλλο τὸ ἀνευρισκόμενον, ἀλλ' ἐκεῖνο τὸ ἀπολωλὸς πρόβατον ἦλθεν ὁ Κύριος ἀναζητῶν. Τί οὖν ἦν τὸ ἀποθνῇσκον; Πάντως ἡ τῆς σαρκὸς ὑπόστασις, ἡ καὶ ἀποβαλοῦσα τὴν πνοὴν τῆς ζωῆς καὶ ἄπνους καὶ νεκρὰ γενομένη. Ταύτην οὖν ὁ Κύριος ἦλθε ζωοποιῶν, ἵνα, ὡς ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν ὅτι ψυχικοί, ἐν τῷ Χριστῷ ζήσωμεν ὅτι πνευματικοί, ἀποθέμενοι οὐ τὸ πλάσμα τοῦ Θεοῦ, ἀλλὰ τὰς ἐπιθυμίας τῆς σαρκός, καὶ προσλαβόντες τὸ Πνεῦμα τὸ ἅγιον. 13 Μάταιοι οὖν ὄντως καὶ ἄθλιοι, οἱ τὰ οὕτως ἔκδηλα καὶ φανερὰ μὴ θέλοντες συνορᾶν ἀλλὰ φεύγοντες τὸ φῶς τῆς ἀληθείας, οἱ κατὰ τὸν τραγικὸν Οἰδίποδα ἑαυτοὺς τυφλώττοντες. Καὶ ὥσπερ ἀπάλαιστροι προσφιλονεικοῦντες ἑτέροις, ἕν τι μέρος τοῦ σώματος ἀπρὶξ κρατήσαντες, δι' ἐκείνου οὗ κρατοῦσι πίπτουσι, καὶ πίπτοντες οἴονται νικᾶν διὰ τὸ φιλεριστικῶς ἔχεσθαι ἐκείνου οὗ τὴν ἀρχὴν ἐδράξαντο μέλους, πρὸς δὲ τῷ πεπτωκέναι καταγέλαστοι γίνονται· οὕτω δὲ καὶ οἱ αἱρετικοὶ τὸ «σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται», δύο λέξεις ἄραντες ἀπὸ Παύλου, οὔτε τοῦ Ἀποστόλου κατεῖδον οὔτε τὴν δύναμιν τῶν λεγομένων προερευνήσαντες, ψιλῶς δὲ αὐτῷ μόνον τὰς λέξεις κρατοῦντες περὶ αὐτὰς ἀποθνῄσκουσι, τὴν πᾶσαν οἰκονομίαν τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀνατρέποντες τοῦ Θεοῦ.