Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Adversus haereses liber 5
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/irenaeus-lugdunensis" aria-label="More works by Irenaeus Lugdunensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Περὶ τοῦ ὑπασπιστοῦ, ὃν καὶ ψευδοπροφήτην καλεῖ, «ἐλάλει», φησίν, «ὡς δράκων». 22 Ἵνα οὖν μή τις αὐτὸν θεϊκῇ δυνάμει δόξει ποιεῖν τὰ σημεῖα, ἀλλὰ μαγικῇ ἐνεργείᾳ, ἔφη· «Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.» Καὶ οὐδέν γε καὶ θαυμαστόν, εἰ τῶν δαιμονίων καὶ ἀποστατικῶν πνευμάτων ὑπουργούντων αὐτῷ δι' αὐτῶν ποιεῖ σημεῖα, ἐν οἷς πλανήσει τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ «τὸν ἀριθμὸν δὲ τοῦ ὀνόματος αὐτοῦ» φησιν καὶ ἄλλα τινὰ «καὶ εἶναι τὸν ἀριθμὸν χξ ʹ», ὅ ἐστιν ἑκατοντάδες ἓξ καὶ δεκάδες ἓξ καὶ μονάδες ἓξ εἰς ἀνακεφαλαίωσιν πάσης τῆς ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν γεγονυίας ἀποστασίας. Ὅσαις γὰρ ἡμέραις ἐγένετο ὁ κόσμος, τοσαύταις χιλιονταέτεσι συντελεῖται· καὶ διὰ τοῦτό φησιν ἡ γραφή· «Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ.» Τοῦτο δ' ἔστι καὶ τῶν προγεγονότων διήγησις, ὡς ἐγένετο, καὶ τῶν ἐσομένων προφητεία. Εἰ γὰρ «ἡμέρα Κυρίου ὡς χίλια ἔτη», ἐν δὲ ἓξ ἡμέραις συνετελέσθη τὰ γεγονότα, φανερὸν ὅτι ἡ συντέλεια αὐτῶν τὸ ἑξακισχιλιοστὸν ἔτος ἐστίν. Καὶ διὰ τοῦτο ἐν παντὶ τούτῳ τῷ χρόνῳ πλασθεὶς ἐν ἀρχῇ ὁ ἄνθρωπος διὰ τῶν χειρῶν τοῦ Θεοῦ, τουτέστιν Υἱοῦ καὶ Πνεύματος, γίνεται κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τοῦ μὲν ἀχύρου ἀποσκευαζομένου, ὅπερ ἐστὶν ἡ ἀποστασία, τοῦ δὲ σίτου εἰς ἀποθήκην ἀναλαμβανομένου, ὅπερ ἐστὶν οἱ τὴν πρὸς Θεὸν πίστιν καρποφοροῦντες. Καὶ διὰ τοῦτο καὶ ἡ θλῖψις ἀναγκαία τοῖς σῳζομένοις, ἵνα, τρόπον τινὰ λεπτυνθέντες καὶ συμφυραθέντες διὰ τῆς ὑπομονῆς τῷ Λόγῳ τοῦ Θεοῦ καὶ πυρωθέντες, ἐπιτήδειοι ἔσονται εἰς τὴν τοῦ Βασιλέως εὐωχίαν, ὡς εἶπέ τις τῶν ἡμετέρων διὰ τὴν πρὸς τὸν Θεὸν μαρτυρίαν κατακριθεὶς πρὸς θηρία, ὅτι «σῖτός εἰμι τοῦ Θεοῦ καὶ διὰ ὀδόντων θηρίων ἀλήθομαι, ἵνα καθαρὸς Θεοῦ ἄρτος εὑρεθῶ». Τὰς δὲ αἰτίας ἀπεδώκαμεν ἐν ταῖς πρὸ ταύτης βίβλοις, δι' ἃς ἀνέσχετο ὁ Θεὸς τοῦτο οὕτως γενέσθαι, καὶ ἀπεδείξαμεν ὅτι πάντα τὰ τοιαῦτα ὑπὲρ τοῦ σῳζομένου ἀνθρώπου γέγονεν, τὸ αὐτεξούσιον αὐτοῦ πεπαίνοντα πρὸς τὴν ἀθανασίαν καὶ ἐπιτηδειότερον αὐτὸν πρὸς τὴν εἰς ἀεὶ ὑποταγὴν τοῦ Θεοῦ καταρτίζοντα. 24 Καὶ διὰ τοῦτο, ἐν τῷ τέλει ἀθρόως ἐντεῦθεν τῆς ἐκκλησίας ἀναλαμβανομένης, «ἔσται», φησίν, «θλῖψις, οἵα οὐκ ἐγένετο ἀπ' ἀρχῆς οὐδ' οὐ μὴ γένηται». Ἔσχατος γὰρ ἀγὼν οὗτος τῶν δικαίων, ὃν νικήσαντες στεφανοῦνται τὴν ἀφθαρσίαν. Καὶ διὰ τοῦτο εἰς τὸ θηρίον τὸ ἐρχόμενον ἀνακεφαλαίωσις γίνεται πάσης ἀδικίας καὶ παντὸς δόλου, ἵνα ἐν αὐτῷ συρρεύσασα καὶ συγκλυδωνισθεῖσα πᾶσα δύναμις ἀποστατικὴ εἰς τὴν κάμινον βληθῇ τοῦ πυρός. Καταλλήλως οὖν καὶ τὸ ὄνομα αὐτοῦ ἕξει τὸν ἀριθμὸν χξ ʹ, ἀνακεφαλαιούμενον ἐν ἑαυτῷ τὴν πρὸ τοῦ κατακλυσμοῦ πᾶσαν τῆς κακίας ἐπίδειξιν ἐξ ἀγγελικῆς ἀποστασίας γεγενημένης– Νῶε γὰρ ἦν ἐτῶν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἐπῆλθε τῇ γῇ, ἐξαλείφων τὸ ἀνάστημα τῆς γῆς διὰ τὴν ἐπὶ τοῦ Ἀδὰμ κίβδηλον γενεάν–, ἀνακεφαλαιούμενος δὲ καὶ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πᾶσαν εἰδωλολατρείαν, μέχρις οὗ ἡ τοῦ Ναβουχοδονόσορ ἀνασταθεῖσα εἰκών, ἥτις ὕψος μὲν εἶχε πηχῶν ἑξήκοντα, εὖρος δὲ πηχῶν ἕξ· ὅλη γὰρ ἡ εἰκὼν ἐκείνη προτύπωσις ἦν τῆς τοῦ ἀντιχρίστου παρουσίας. Τὰ οὖν χʹ ἔτη τοῦ Νῶε ἐφ' οὗ ἐγένετο ὁ κατακλυσμὸς διὰ τὴν ἀποστασίαν καὶ ὁ πηχισμὸς τῆς εἰκόνος τὸν ἀριθμόν, ὡς εἴρηται, σημαίνουσι τοῦ ὀνόματος, εἰς ὃν συγκεφαλαιοῦται τῶν ἑξακισχιλίων ἐτῶν πᾶσα ἀποστασία καὶ ἀδικία καὶ πονηρία. Τούτων δὲ οὕτως ἐχόντων, καὶ ἐν πᾶσι τοῖς σπουδαίοις καὶ ἀρχαίοις ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου, καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν κατ' ὄψιν τὸν Ἰωάννην ἑωρακότων, καὶ τοῦ λόγου διδάσκοντος ἡμᾶς ὅτι ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν τῶν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων, οὐκ οἶδα πῶς ἐσφάλησάν τινες ἐπακολουθήσαντες ἰδιωτισμῷ καὶ τὸν μέσον ἠθέτησαν ἀριθμὸν τοῦ ὀνόματος, νʹ ψήφους ὑφελόντες καὶ ἀντὶ τῶν ἓξ δεκάδων μίαν δεκάδα βουλόμενοι εἶναι. Ἄλλοι δὲ ἀνεξετάστως τοῦτο λαβόντες, οἱ μὲν ἁπλῶς καὶ ἀκαίρως ἐπετήδευσαν, οἱ δὲ κατὰ ἀπειροκαλίαν ἐτόλμησαν καὶ ὀνόματα ἀναζητεῖν ἔχοντα τὸν ἐσφαλμένον καὶ διημαρτημένον ἀριθμόν. Ἀλλὰ τοῖς μὲν ἁπλῶς καὶ ἀκάκως τοῦτο ποιήσασιν εἰκὸς καὶ συγγνώμην ἔσεσθαι παρὰ Θεοῦ· ὅσοι δὲ κατὰ κενοδοξίαν ὁρίσουσιν ὀνόματα ἐμπεριεκτικὰ τοῦ διημαρτημένου ἀριθμοῦ καὶ τὸ ὑπ' αὐτῶν ἐπινοηθὲν ὄνομα ὁρίσονται, οὐκ ἀζήμιοι οἱ τοιοῦτοι ἐξελεύσονται, ἔτι καὶ ἑαυτοὺς καὶ τοὺς ἐμπιστεύσαντας αὐτοῖς ἐξαπατήσαντες. Καὶ πρῶτον μὲν ζημία ἐν τῷ ἀποτυχεῖν τῆς ἀληθείας καὶ τὸ μὴ ὂν ὡς ὂν ὑπολαβεῖν· ἔπειτα δὲ τοῦ προσθέντος ἢ ἀφελόντος τι τῆς γραφῆς ἐπιτιμίαν οὐ τὴν τυχοῦσαν ἔχοντος, εἰς αὐτὴν ἐμπεσεῖν ἀνάγκη τὸν τοιοῦτον. Ἐπακολουθήσει δὲ καὶ ἕτερος οὐχ ὁ τυχὼν κίνδυνος τοῖς ψευδῶς προειληφόσιν εἰδέναι τὸ τοῦ ἀντιχρίστου ὄνομα· εἰ γὰρ ἄλλο μὲν οὗτοι δοκοῦσιν, ἄλλο δὲ ἐκεῖνος ἔχων ἐλεύσεται, ῥᾳδίως ἐξαπατηθήσονται παρ' αὐτοῦ, ὡς μηδέπω παρόντος ἐκείνου ὃν φυλάσσεσθαι προσήκει. 25 Ἀσφαλέστερον οὖν καὶ ἀκινδυνότερον τὸ περιμένειν τὴν ἔκβασιν τῆς προφητείας ἢ τὸ καταστοχάζεσθαι καὶ ὑπομαντεύεσθαι ὀνόματα τὰ τυχόντα, πολλῶν ὀνομάτων εὑρεθῆναι δυναμένων ἐχόντων τὸν προειρημένον ἀριθμόν, καὶ οὐδὲν ἧττον μενεῖ αὕτη ἡ ζήτησις· εἰ γὰρ πολλά ἐστι τὰ εὑρισκόμενα ὀνόματα ἔχοντα τὸν ἀριθμόν, ποῖον ἐξ αὐτῶν φορέσει ὁ ἐρχόμενος ζητηθήσεται. Ὅτι δὲ οὐ δι' ἀπορίαν ὀνομάτων 26 Ἡμεῖς γ' οὖν οὐκ ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου ἀποφαινόμενοι βεβαιωτικῶς· εἰ γὰρ ἔδει ἀναφανδὸν ἐν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι' ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος. Οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἑωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεᾶς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς. 27 Αἱ ψυχαὶ ἀπέρχονται εἰς τὸν τόπον τὸν ὡρισμένον αὐταῖς ἀπὸ τοῦ Θεοῦ κἀκεῖ μέχρι τῆς ἀναστάσεως φοιτῶσι περιμένουσαι τὴν ἀνάστασιν· ἔπειτα ἀπολαβοῦσαι τὰ σώματα καὶ ὁλοκλήρως ἀναστᾶσαι, τουτέστι σωματικῶς, καθὼς καὶ ὁ Κύριος ἀνέστη, οὕτως ἐλεύσονται εἰς τὴν ὄψιν τοῦ Θεοῦ. 28 Ταῦτα δὲ καὶ Παπίας ὁ Ἰωάννου μὲν ἀκουστής, Πολυκάρπου δὲ ἑταῖρος γεγονώς, ἀρχαῖος ἀνήρ, ἐγγράφως ἐπιμαρτυρεῖ ἐν τῇ τετάρτῃ τῶν ἑαυτοῦ βιβλίων· ἔστι γὰρ αὐτῷ πέντε βιβλία συντεταγμένα. 29 Οὐ γὰρ ἡ ὑπόστασις οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται– ἀληθὴς γὰρ καὶ βέβαιος ὁ συστησάμενος αὐτήν–, ἀλλὰ «τὸ σχῆμα παράγει τοῦ κόσμου τούτου», τουτέστιν ἐν οἷς ἡ παράβασις γέγονεν, ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς. Καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ Θεοῦ. Παρελθόντος δὲ τοῦ σχήματος τούτου καὶ ἀνανεωθέντος τοῦ ἀνθρώπου καὶ ἀκμάσαντος πρὸς τὴν ἀφθαρσίαν ὥστε μηκέτι δύνασθαι πέρα παλαιωθῆναι, «ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή»· ἐν τοῖς καινοῖς παραμενεῖ ὁ ἄνθρωπος ἀεὶ καινὸς προσομιλῶν τῷ Θεῷ. 30 Καὶ ὁ Ἠσαΐας φησίν· «Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.» Καθὼς οἱ πρεσβύτεροι λέγουσι, τότε οἱ μὲν καταξιωθέντες τῆς ἐν οὐρανῷ διατριβῆς ἐκεῖσε χωρήσουσιν, οἱ δὲ τῆς τοῦ παραδείσου τρυφῆς ἀπολαύσουσιν, οἱ δὲ τὴν καλλονὴν καὶ τὴν λαμπρότητα τῆς πόλεως καθέξουσιν, σὺν πᾶσι τοῖς περὶ αὐτὴν ἀγαθοῖς ἐπιχορηγουμένοις ὑπὸ τοῦ Θεοῦ, πανταχοῦ δὲ ὁ Σωτὴρ ὁραθήσεται, καθὼς ἄξιοι ἔσονται οἱ ὁρῶντες αὐτόν. Εἶναι δὲ τὴν διαστολὴν ταύτην τῆς οἰκήσεως τῶν τὰ ἑκατὸν καρποφορούντων καὶ τῶν τὰ ἑξήκοντα καὶ τῶν τὰ τριάκοντα, ὧν οἱ μὲν εἰς τοὺς οὐρανοὺς ἀναληφθήσονται, οἱ δὲ ἐν τῷ παραδείσῳ διατρίψουσιν, οἱ δὲ τὴν πόλιν κατοικήσουσιν· καὶ διὰ τοῦτο εἰρηκέναι τὸν Κύριον ἐν τοῖς τοῦ Πατρὸς μονὰς εἶναι πολλάς. Τὰ πάντα γὰρ τοῦ Θεοῦ, ὃς τοῖς πᾶσι τὴν ἁρμόζουσαν οἴκησιν παρέχει.

Intertext edge

Open linked passage

Note