Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 10 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ταῦτ' οὖν ἐπὶ τρισὶν ἦσαν ἡμέραις γινόμενα καὶ τηνικαῦτα δή τινες ἔν τισι τῶν τειχῶν μέρεσιν ἔξωθεν περὶ μέσας νύκτας ἰόντες, τῆς ἡμετέρας κηδόμενοι σωτηρίας, πᾶσαν ἡμῖν πρὸς πόλεμον παρεσκευάσθαι τὴν στρατιὰν προαγγέλλουσιν, ὅσον τε περὶ τὸν Μουράτην πεζὸν καὶ τῆς τετάρτης ἡμέρας διαυγασάσης βούλεσθαι καθ' ἡμῶν ὅλῃ δυνάμει κεχωρηκέναι καὶ ὡς πλοῖα παρασκευάσειαν καὶ τούτοις ἵν' ἀπὸ τοῦ κατὰ θάλατταν μέρους ἰόντες πρὸς διττὰς ἀναγκάσωσιν ἡμᾶς ἀσχοληθῆναι φροντίδας. Ὃ καὶ σφόδρα τὰς ἡμετέρας ψυχὰς διετάραξε καὶ εἰς ἀπορίαν ἐνέβαλεν ὅσην, ὡς βλάβην ἡμῖν δυνάμενον οὐ τὴν τυχοῦσαν ἐπαγαγεῖν. Δήλης τοιγαροῦν ταυτησὶ γεγενημένης τῆς ἀγγελίας καὶ πάντων ἡμῶν ἐν περιστάσει καὶ λογισμοῖς ὄντων, πῶς ἂν διατεθείημεν πρὸς τὸν πόλεμον, πάσης τε σχεδὸν ἡλικίας οὔσης ἐν ἐγρηγόρσει, δεήσεις ἐκτενεῖς θεῷ καὶ τῷ Μυροβλύτι Μάρτυρι καθ' ὅλην ἐκείνην προσαγόντων τὴν νύκτα (πάντες γὰρ ᾔδεσαν ἐν χρῷ τοῦ κινδύνου καθεστηκέναι), οἱ Λατῖνοι περὶ πολλοῦ τὸ τοῦ αἰγιαλοῦ ποιούμενοι μέρος διὰ τὰς τρεῖς, αἳ παρῆσαν τῇ πόλει, τριήρεις, μὴ πυρὸς ἔργον ταύτας ἐλθόντες οἱ Τοῦρκοι ποιήσωσι, τοὺς σφῶν τοξότας, μεμερισμένους ὄντας ἐπὶ φυλακῇ τῶν τειχῶν, ὑπαναχωρεῖν αὐτοὺς περιιόντες ἐπέσκηπτον, τῶν ἄλλων τὴν σκέψιν ταύτην μὴ γινωσκόντων, μηδ' ὅπερ ἐκείνοις ἡ ἀπὸ τῶν τειχῶν βούλεται ἀναχώρησις. [Εἰ γὰρ καθαρῶς ἐγύμνουν τὸ πρᾶγμα, ὡς ἐπὶ φυλακῇ τοῦ λιμένος καὶ τῶν τριηρῶν καταβιβάζουσι τούτους τοῦ τείχους, εὐέλπιδες ἂν ἦσαν οἱ περιλελειμμένοι τῷ τείχει καὶ οὐκ ἂν φυγὴν αὐτῶν ὑπετόπασαν. Ἀλλ' ἥκιστα γέγονεν οὕτω.] Κἀντεῦθεν ἡ ἐκείνων ἀπὸ τοῦ τείχους διάστασις δειλίαν οὐ τὴν τυχοῦσαν ταῖς ἁπάντων ἐνῆκε ψυχαῖς καὶ κατὰ τὸ μέσον αὐτὸ τῆς νυκτὸς φυγῇ πολλοὶ χρησάμενοι λεληθότως ἀπῄεσαν οἴκαδε, μέρος τῶν τειχῶν οὐκ ὀλίγον ἔρημον καταλελοιπότες. Τοῦτο μείζων ἔδοξεν, ὅσον κατ' ἀνθρώπινον λογισμόν, αἰτία τοῦ μεθ' ἡμέραν κακοῦ. [Καὶ γὰρ εἰ μενόντων ἁπάντων ἐπὶ τοῦ τείχους, μία ψυχὴ γενομένων καὶ θάνατον ἑλομένων ὑπὲρ φυλακῆς τῆς πατρίδος, μόλις ἂν ἡ πόλις ἐξ αὑτῆς διατετήρητο, πῶς ἂν τοιοῦδε συμβεβηκότος οὐκ εἶχε μετ' εὐκολίας ἁλῶναι;] Οὕτως οὖν τῶν Λατίνων διαπραξαμένων καὶ τῶν τριηρῶν μίαν πρὸς ναυμαχίαν πεπληρωκότων διὰ τὴν τῶν πλοίων αἰφνίδιον προσδοκίαν, ἀληθεῖς διεδείκνυντο καὶ οἱ περὶ τούτων ἡμῖν ἠγγελκότες. Ὄρθρου γὰρ ἐπιστάντος τὰ πλοῖα πρὸς τὸν λιμένα πάσαις κώπαις καταίρειν ἐπείγονται τὰ βεβουλευμένα διαπερᾶναι. Ὡς δὲ πλησίον γένοιντο, τὴν κατ' αὐτῶν συσκευὴν τῶν ἐν αὐτοῖς οὐκ εἰδότων καὶ ἡ τριήρης, ὡς εἶχε τάχους, αὐτίκα χωρεῖ κατ' αὐτῶν καὶ εἰς τοσοῦτον αὐτὰ κατηνάγκασεν καὶ εἰς φυγὴν ἔτρεψεν, ὡς ἀποκεῖλαι κατὰ τὴν ἤπειρον καὶ τὴν τῶν Τούρκων ἐκείνην ἐπίνοιαν ἀποδεδεῖχθαι ματαίαν. [̓ Αλλὰ τούτου μὲν ἀνώτεροι τετηρήμεθα· εἴθε δὲ καὶ τοῦ κατὰ τὴν ἡμέραν κακοῦ].

Intertext edge

Open linked passage

Note