Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 11 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Τῆς τετάρτης τοιγαροῦν ἐπιστάσης ἡμέρας καὶ τοῦ ἡλίου καθαρῶς τοῖς ἀνθρώποις μήπω τὸ φῶς παρασχόντος, ὁρῶμεν κατὰ τὴν ἀγγελίαν καὶ τὸ πλῆθος ἅπαν προσχωροῦντας τῷ τείχει, τοὺς μὲν κλίμακας ἐπιφερομένους, τοὺς δὲ σανίδας, ἑτέρους πεπλεγμένας ἀσπίδας ἐκ πτόρθων, πάντας ἁπλῶς κομίζοντας ἑλεπόλεις καὶ πεφραγμένους, ὡς ἔθος καὶ τῇ τῆς ἡμετέρας ἀπωλείας ἐπιθυμίᾳ οἷον βεβακχευμένους καὶ ἀλλήλους ἐπὶ τῇ ἡμετέρᾳ σφαγῇ παροτρύνοντας. Αὐτίκα δὲ καὶ ἡμεῖς, ὡς ἐφικτόν, διανέστημεν καὶ ὅλοι τοῦ πολεμεῖν γεγενήμεθα [καὶ τεθνάναι. Καὶ τοῦτο μὲν ἄνδρες· γυναῖκες δὲ καὶ αὐτῶν τῶν ἐπιφανῶν ἡμῖν ἀνδρικῶς συνεφήπτοντο τοῦ πολέμου, λίθους ὅλῃ ψυχῇ πρὸς ἄμυναν τῶν ἐπιόντων κομίζουσαι. Πολλαὶ δὲ καὶ ὅτι γυναῖκες ἦσαν ἐπιλαθόμεναι, τὰ τῶν ἀνδρῶν ἐπεδείκνυντο, συμπαριστάμεναί τε τούτοις καὶ στερρῶς κατ' αὐτοὺς ἀγωνίζεσθαι προθυμούμεναι. Κεκίνητο οὖν ἡ στρατιὰ καὶ τοσοῦτο τοῖς τείχεσι προσεπέλασαν, ὡς δύνασθαι κἀκείνους λίθους πέμπειν κάτωθεν ἐφ' ἡμᾶς ταῖν χεροῖν. Εἶτ' ἐπίνοιαν οἱ τοιούτων ἐξεῦρον στρατηγοὶ ἐκείνοις μὲν ἀνακωχὴν ἔχουσαν ἱκανήν, ἡμῖν δὲ πόνον διηνεκῆ καὶ πόλεμον ἀδιάπαυστον. Πρῶτον μὲν γὰρ δεῖν ᾠήθησαν πρὸς τὸν τῆς πόλεως ἅπαντα κύκλον διαγωνίζεσθαι, εἰ καὶ πολὺς ἦν αὐτοῖς ὁ πόνος τοσαύτην διέρχεσθαι πόλιν καὶ τοὺς σφῶν πρὸς τὸ πολεμεῖν γενναίως διανιστᾶν, εἴ ποτ' ὀκλάσειαν· ἔπειτα δὲ διέκριναν εἰς μοίρας ἅπαν τὸ πλῆθος, ὥστ' ἔχειν ἀλλήλους διαναπαύειν τοῦ κόπου τῇ δι' ἀλλήλων διαδοχῇ. Καὶ τότε δὴ προσέταξαν τὸ κατ' ἀνατολὰς ἅπαν μέρος καὶ τὸ πρὸς δύσιν περιλαβεῖν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ἄχρις αὐτῆς τῆς θαλάττης. Εὐαλωτότερον δὲ τὸ κατ' ἀνατολὰς ἐθεάσαντο μέρος, οἷα δὴ σαθρότερον ἐν πολλοῖς τυγχάνον τοῖς μέρεσιν· ὅθεν τὸ πλέον καὶ μαχιμώτερον αὐτόθι διατετάχασι πολεμεῖν. Ὁ Μουράτης δὲ τοῖς ἀμφ' αὐτὸν ἅμα πεζοῖς, διακριθεῖσι καὶ αὐτοῖς παραπλησίως τοῖς ἄλλοις, ἀπὸ τοῦ καλουμένου Τριγωνίου μέχρις οὗ ἡ μονὴ τυγχάνει τοῦ Χορταΐτου, τοῦ πολεμεῖν οὔκουν οὐκ ἔληγεν οὐδ' αὐτός· ἔγνω γὰρ εὐχερέστερον ἐκεῖθεν ληφθῆναι τὴν πόλιν, τήν τε σαθρότητα τοῦ τείχους ἰδών, καὶ ὡς ἑνὶ τείχει τὴν ἀσφάλειαν ἡ πόλις ἐξ ἐκείνου τοῦ μέρους αὐχεῖ.]

Intertext edge

Open linked passage

Note