De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
[Τί δ' ἂν εἴποις περὶ τῆς μυροδόχου τιμίας λάρνακος τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος; Ἥκιστα καὶ ταύτην εἴασαν ἀπερίτρεπτον καὶ μένουσαν, ὡς τὸ πρὶν, μανίας ὑπερβολῇ οἱ καθ' ἡμῶν, ὥσπερ θῆρες λυττήσαντες ἄγριοι, πλὴν οὐ δι' αἰτίαν καθ' ἣν καὶ τἆλλα τῶν πάλαι ἐξ ἡμῶν γενομένων ἠνέῳκτό τε καὶ καταβέβλητο μνήματα καὶ τὰ τούτοις ἐναποκείμενα λείψανα κατὰ γῆς ἀπερρίφησαν. Ἐν αὐτοῖς γάρ, καθότι πολλοὶ τῶν Τούρκων χρημάτων ἐπέτυχον, ἐναποτεθέντων παρὰ τῶν πολιτῶν, δι' ἣν ἐλπίδα φθάσαντες δεδηλώκειμεν, διὰ τοῦτο πάντα σχεδὸν ἠνέῳξαν καὶ κατέστρεψαν. Ἐνταῦθα δὲ δυοῖν εἵνεκα, τοῦ τε περὶ αὐτὴν οὐκ ὀλίγου χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις κατεσκευασμένου κόσμου καὶ τῶν ὑγείας παρεκτικῶν θείων μύρων. Οἱ μὲν γὰρ τοῦ κόσμου μόνον αὐτὴν ἀπεγύμνωσαν, οἱ δὲ βασκήναντες, οἷον ἡμῖν τῆς ἀφθονίας τῶν μύρων καὶ τῆς ἐκ τούτων ἰάσεως ἀφῃρηκέναι καὶ ταῦθ' ἡμᾶς ἐβουλήθησαν, ὡς μηδὲν ἔχειν τοῦ λοιποῦ τούτων ἀπολαύειν, ὁσάκις ἂν ἕκαστος δέοιτο. Διὸ καὶ καταβεβληκότες τὰς ἐπ' αὐτῇ μαρμάρους τῶν μύρων ἔσπευδον αὐτὴν ἐκκενῶσαι καὶ τὸ ἱερὸν καὶ θεῖον λείψανον τοῦ μάρτυρος ἐκβαλεῖν· ἡγοῦντο γὰρ τοῦ σκοποῦ τούτου κατατυχεῖν καὶ ἡμᾶς τῶν ἀκενώτων μύρων καταλιπεῖν ἐνδεεῖς. Πλὴν ἀλλ' οὐκ εἰς τέλος, οἷον αὐτοὶ σφαλερῶς προσεδόκων, ἡ σφῶν ἐπιθυμία ἐξέβη. Ἐξήντλουν οὖν τὸ μύρον ταῖς χερσὶν ἀμφοτέραις ἐφ' ἱκανὰς τὰς ἡμέρας. Καὶ τοῖς μὲν ὥς τι γελοῖον ἐδόκει· οἷς δὲ νοῦς ὑπὲρ τοὺς ἄλλους ὑπῆν, τούτοις ἦν ἐπιμελὲς πρὸς τὴν ἑαυτῶν τοῦτο μετακομίζειν καὶ μετ' αἰδοῦς ἅπτεσθαι καὶ σεβάσματος· ἠκηκόεισαν γὰρ πρὸς τῶν πεπειραμένων ὡς ἰατρικῶν φαρμάκων ἐστὶν ἐνεργέστερον, εἰς οἷον ἄν τις χρήσαιτο πάθος. Πλὴν ἀλλ' οὐκ ἐδύναντο τὴν τῶν μύρων πηγὴν ξηρὰν καὶ ἄνικμον ἀποφῆναι, καίπερ πολὺν ὑπὲρ τούτου ποιούμενοι τὸν ἀγῶνα. Καὶ εἰκότως· οὐ γὰρ ἴσα τοῖς ἀνθρωπίνοις τὰ πρὸς θεοῦ τοῖς ἀξίοις κεχαρισμένα, ἐπειδήπερ μηδὲ τοῖς αὐτοῖς ὑπόκεινται ὅροις.] [Ταύτην τὴν πονηρὰν ἐπεδείξαντο γνώμην καὶ περὶ τὸ τῆς ὁσίας καὶ μυροβλύτιδος Θεοδώρας ἱερώτατον λείψανον, ὃ καὶ ὡς ἐπιπολῆς κείμενον ἀπερρίφη τε κατὰ γῆς (ὢ τόλμης καὶ μιαρῶν χειρῶν!) καὶ κατεθραύσθη εἰς μέρη, ἃ δὴ καὶ τῶν φιλοθέων τινὲς ἀνελόμενοι ἄλλος μὲν ἀλλαχοῦ πρότερον ὡς ἰατρεῖον ἄμισθον ἀπεκόμισαν. Ὕστερον δὲ καὶ ταῦτα συνῆκται, τῶν εἰληφότων τῶν μὲν ἀποδομένων ταῦτα τιμῆς ἀργυρίων, τῶν δὲ χαρισαμένων δι' ἣν ἔσχον φιλόθεον γνώμην, ἃ καὶ εἰς ἑνὸς αὖθις συναρμοσθέντα σώματος ὁλομέλειαν θαυμάτων ἐνεργείᾳ καθ' ἑκάστην ἀφθόνως πηγάζουσιν εἰς δόξαν καὶ αὖθις τοῦ πάντα πᾶσιν ἐπάγοντος λόγοις οἰκονομίας ἀρρήτου.]