De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
[Τούτων οὕτω προβεβηκότων καὶ ἀκοσμίας πάσης γεγενημένης (διὰ πάντων γὰρ τῶν ἐν τῇ πόλει κεχώρηκεν ἡ καταφθορὰ) οἶκτον ἐπὶ τούτοις ὁ Μουράτης λαμβάνει τῆς πόλεως. Καὶ πρῶτα μὲν τοὺς εἰσιόντας ἅμα τῷ κατὰ δύσιν στρατηγῷ Τούρκους τὰς τῶν αἰχμαλώτων οἰκίας ἑαυτοῖς διανείμαντας καὶ ταύτας ἔχειν διὰ βίου παντὸς ἠλπικότας ἐξελαύνει, καὶ μὴ προθυμουμένους, τῆς πόλεως, ἐπειπὼν ὡς «ἀρκεῖ μὲν ὑμῖν τὰ χρήματα καὶ οὓς παρ' ἐλπίδα δούλους ἐκτήσασθε· τὴν δέ γε πόλιν ἔχειν ἔγωγε βούλομαι, πολλῶν διὰ ταύτην διηνυκὼς ὁδὸν ἡμερῶν καὶ πόνον ὑπενεγκών, ὅσον ἐγνώκατε». Ἔπειτα δὲ πρὸς τὸν Γαλλικὸν ποταμὸν μεταβάς, ἐγγὺς τῆς πόλεως ῥέοντα κατὰ τὸν καιρὸν μάλιστα τοῦ χειμῶνος, βουλὴν ἐσκέψατο πᾶσί τε ἀδόκητον ὅλως καὶ συστατικὴν τῆς ἑαλωκυίας. Ἰδὼν γὰρ πόλιν τοσαύτην καὶ οὕτω κειμένην τῇ θαλάττῃ τε προσομιλοῦσαν καὶ πάντα δεξιὰν οὖσαν, ᾤκτειρέ τε αὐτὴν καὶ πάλιν οἰκίσαι βεβούλητο. Καὶ δὴ πρῶτον μὲν ἀνθρώπους ἀριθμητοὺς τῶν ἐπισημοτέρων καθ' αἷμά τε καὶ συγγένειαν τῆς δουλείας ἀπηλλάχθαι προσέταξε, παρεσχηκὼς αὐτὸς τὰ λύτρα καὶ τῇ πόλει τούτους ἐγκατοικῆσαι, ἔπειτα δὲ τὰ καταπεπτωκότα ταύτης ἐν τῷ πολέμῳ μέρη ταχέως τε ἀνορθοῦσθαι καὶ ὡς πρότερον ἦσαν ἐγκαταστῆναι. Καὶ τὸ μὲν πρόσταγμα οὕτως εἶχεν, αὐτὸς δὲ μεταστήσας καὶ αὖθις τὴν στρατιὰν παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ Βαρδαρίου ἐστρατοπεδεύσατο, ἔνθα δὴ καὶ μερισμὸς παντελὴς τῶν ἑαλωκότων ἐγένετο. Ὅσοι μὲν γὰρ τῶν αἰχμαλώτων, ἢ δι' ὧν εἰπόντες ἔφθημεν λύτρων ἢ ἐξ ἑαυτῶν ἢ χριστιανῶν ἐξ ἑτέρων, ἐκ διαφόρων χωρῶν καὶ πόλεων συνειλεγμένων, τρόπον ἐξεῦρον ἐλευθερίας τινά, τετυχήκεσαν ταύτης ἔτι τῷ ποταμῷ Γαλλικῷ τοῦ Μουράτου ἐνδιατρίβοντος. Ὅσοις δὲ τρόπος ὑπ' ἀπορίας τηνικαῦτα οὐχ εὕρηται, τούτους ἕκαστος ἐν ταῖς ἑαυτῶν πατρίσι καὶ τόποις ἐξέπεμψαν, τὰς ἐκ τῆς δουλείας ἀνάγκας ὑφισταμένους, μέχρις ἂν ὑπονοστήσαντες τὰ σφῶν τιμήματα διαθῶνται· οὐ γὰρ ἐδύναντο καὶ τούτους ἕλκειν μακρὰν ἀπερχόμενοι καὶ πρὸς πόλεμον ἕτερον. Εἶδες ἂν οὖν τοὺς δυστυχεῖς τοὺς μὲν ἐπὶ τὰ τῆς ἑῴας, τοὺς δ' ἐπὶ τὰ τῆς ἑσπέρας μέρη διασπαρέντας· οἱ μὲν γὰρ τοὺς τεκόντας, οἱ δὲ τὰ τέκνα καὶ ἕτεροι τὰς γυναῖκας ἐλάμβανον καί, οὓς ἡ φύσις ἥνωσεν, ἡ συμφορὰ διεμέρισεν.]