Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 19 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
[Ἀλλ' ἀπῆλθον μὲν οἱ κήρυκες κατὰ πολλὰ τῆς ὑπ' αὐτῷ μέρη, ὡς διειλήφειμεν, καὶ τοὺς εὑρισκομένους ἀπὸ Θεσσαλονίκης ἐν αὐτῇ κατηνάγκασαν ἐπανέρχεσθαι, αὐτοὺς πρὸ χρόνων μόνον ταύτης ἀπάραντας ἐκ τῆς τῶν δεινῶν συνεχείας, ἀλλὰ δὴ καὶ τῶν αἰχμαλώτων γεγενημένων τοὺς ὁθενδήποτε τῆς ἐλευθερίας ἠξιωμένους. Ἠλευθέρωνται καὶ γὰρ ἱκανοί, πολλῶν θεοφιλῶν ὑπὲρ ἀναρρύσεως ἡμῶν προθύμως κεκινημένων καὶ μάλιστα τοῦ τῶν Σέρβων ἄρχοντος, ᾧ τῶν ἄλλων αὐτοῦ πλεονεκτημάτων ἐξαίρετον ἡ πρὸς τοὺς δεομένους ἐστὶν εὐποιία ἑκάστοτε· χρυσίον καὶ γὰρ οὗτός τισιν, οἷς ἐθάρρει, χειρίσας ἐπ' ἐλευθερίᾳ τῶν αἰχμαλώτων τοῦτο δοθῆναι παρεκελεύσατο. Καὶ οὐκ ἀπὸ τῆς ἐκείνου γνώμης ἐγένετο· ἐπρίαντο γὰρ τοῦ χρυσίου οἱ πρὸς αὐτὸ τεταγμένοι πολλούς, οἳ δὴ καὶ ἐπανιόντες ἐπὶ τὴν πόλιν, ὡς εἰκάζειν ἔχομεν, μέχρι τοῦ νῦν εἰσὶ μετὰ τῶν ἀπ' ἄλλων τόπων ἐληλυθότων ὡσεὶ χίλιοι. Εἰ δὲ καὶ συναριθμεῖν τις ἐθέλοι καὶ τοὺς τὴν πόλιν οἰκήσαντας Τούρκους, εἶεν ἂν ὡσεὶ δισχίλιοι. Διενοούμεθα δὲ τὴν πόλιν καὶ αὖθις τὴν πρὶν αὐτῆς εὐκοσμίαν ἀναλαβεῖν καὶ τὰ τῆς εὐσεβείας ἀνθῆσαι καὶ πλατυνθῆναι ὡς πρότερον. Καὶ γέγονεν ἂν ἴσως, εἰ μὴ καὶ πάλιν τὸ πλῆθος τῶν ἡμετέρων σφαλμάτων ἐμποδὼν ἐγεγόνει καὶ ἡ κακία μὴ χώραν εὗρεν. Ἐξ οὗ γὰρ ἡ πόλις δεδούλωτο καὶ ὁ Μουράτης πάντα καὶ κτίσματα καὶ κτήματα καὶ νεὼς ἱεροὺς καὶ μονὰς καὶ τὰς τῶν προσόδων αὐτῶν ἀφορμὰς ἐπανιοῦσιν ἡμῖν τοῖς ὁπωσδήποτε τῆς δουλείας ἀπαλλαγεῖσι φιλοτίμως καὶ γράμμασι καὶ λόγοις δεδώρητο, πανταχοῦ τε τοῖς ἀφικνουμένοις ἐλευθερίαν ἐκήρυξε καὶ αὐτῶν οἰκίας καὶ ὅσα ἀκίνητα πάντες ἀνέλαβον καὶ τάξις πᾶσα καὶ ἅπαν ἔθνος τῆς πόλεως πρὸς δευτέραν αὔξησιν καὶ ἀνακαινισμὸν προβαίνειν ἀπήρξαντο, ποιμήν τε τῇ πόλει κεχειροτόνητο καὶ ἐκκλησία συνέστη καὶ τὴν προτέραν ταύτης τάξιν ἀπείληφε, μοναχοί τε τῶν μονῶν ἐπελάβοντο καὶ διὰ σπουδῆς ἐποιοῦντο τὴν τούτων ἐπίδοσιν καὶ πάντες ἐλπίσι χρησταῖς ἐτρεφόμεθα καί, συντόμως εἰπεῖν, τῶν ἐκ τῆς ἁλώσεως ἡμῖν ἐπιόντων κακῶν τὴν μνήμην ἀπεβαλόμεθα καὶ χαίροντες ἦμεν, ἐφ' οἷς ἀδοκήτως ἐτύχομεν καὶ τὴν προτέραν ἀπολαβεῖν τὴν πόλιν εὐετηρίαν ἠλπίζομεν, τότ' ἐξ ἡμῶν, ἡ παροιμία φησίν, «ὁ ἱμὰς ἐξετέ τμητο» καὶ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων περιετράπησαν.]

Intertext edge

Open linked passage

Note