Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 20 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
[Καὶ δὴ τῇ Θεσσαλονίκῃ ἐπιδεδημηκὼς ὁ Μουράτης (δεύτερον, οἶμαι, τινικαῦτα διίππευεν ἔτος μετὰ τὴν ἅλωσιν ἢ τρίτον) ἐφ' ᾧ ταύτην ἰδεῖν καὶ ἀκριβέστερον τὰ κατ' αὐτὴν ἱστορῆσαι καὶ τῶν ἀπ' αὐτῆς καλῶν ἀπολελαυκέναι καὶ δωρεαῖς μεγάλαις ἀντιφιλοτιμήσασθαι, τὸν ἐκείνου τε τῷ φιλοτίμῳ τῆς γνώμης μιμήσασθαι πρόγονον, Θεσσαλονίκης κἀκεῖνον κρατήσαντα καὶ χάρισι ταύτην πολλαῖς ἀμειψάμενονοὕτως οὖν γνώμης ἔχων καὶ μετὰ τοιαύτης ἐλθών, ὁ δὲ μὴ οὐκ ἀγαθαῖς ὑπαχθεὶς συμβουλίαις μεταβουλεύεταί τε καὶ τὴν προτέραν μετατίθησι γνώμην καί, ἅ, καθ' ὃν ἑαλώκαμεν χρόνον, οὐ πέπραχε, κατ' ἐκεῖνο δὴ τοῦ καιροῦ παρώρμητο διαπράξασθαι. Καὶ γοῦν ὡς τὴν πόλιν καὶ τὰ καθ' ἕκαστον ταύτης θεάσαιτο καὶ πάσης ἐν ταύτῃ ῥαστώνης ἐπαπολαύσειεν, ὡς τῶν αὐτῇ προσόντων καλῶν εἰς κόρον κατατρυφήσειεν, ἀγαπητικῶς τε οὐχ ἥκιστα ταύτῃ διατεθείη καὶ πᾶσιν ἡμῖν θαρρεῖν δοίη περὶ ἡμῶν τὰ βελτίω. Πρῶτον μὲν ψῆφον ἐξήνεγκεν, οἵαν οὐδ' ἐν ὀνείροις ἰδὼν οὐδείς ποτε προσεδόκησεν ἄν. Ἡ δ' ἦν πάσας μὲν ληφθῆναι μονὰς καὶ νεώς, πάσας δὲ προσόδους αὐτῶν καὶ τὰ κτήματ' ἀφαιρεθῆναι καὶ εἰς στενὸν κομιδῇ τὰ ἡμέτερα καταντῆσαι, ὃ καὶ εἰς πέρας ἐκβέβηκεν οὐ μετ' οὐ πολύ. Ἔπειτα δὲ καὶ καταγραφῆναι πάσας οἰκίας καὶ εἴ τι προσῆν ἕτερον τῇ πόλει προστάττει, καὶ χωρὶς μὲν τὰ τῶν παρόντων, χωρὶς δὲ τὰ τῶν ἀπόντων ἀριθμηθῆναι. Βουλὴν γὰρ ἐνενόησεν ἢ ἐδέξατο τὰς μὲν τῶν παρόντων καταλιπεῖν ἔχειν τοὺς τούτων δεσπόσαντας, εἰ καὶ μὴ καθαρῶς οὕτως ἐξέβη, τὰ δέ γε τῶν ἀπόντων, ζώντων καὶ τεθνηκότων, τὰ μὲν τηρεῖσθαι τοῖς εἰσέπειτ' ἐλευσομένοις, τὰ δὲ Τούρκοις δοθῆναι τοῖς ᾑρημένοις ἢ βιασθεῖσιν ἐνοικῆσαι τῇ πόλει, καθάπερ καὶ γέγονεν. Ἐπεὶ δὲ κατεγράφησαν μὲν μετὰ πολλῆς τῆς ἐπιμελείας ἅπαντα τὰ τῆς πόλεως, ἐνίων ἐκ τῶν ἡμετέρων πρὸς τοῦτ' ἐπιτηδείων ὀφθέντων, οἳ καὶ τουτ' ὤδινον ἐκ σκαιοτάτης, οἶμαι, γνώμης καὶ φθονερᾶς, ἠρίθμηντο δὲ μετὰ πολλῆς ἀκριβείας καὶ διασκέψεως καὶ διχῇ κατὰ τοὐπίταγμα διῃρέθησαν, τότε δὴ τὰς μὲν τῶν μονῶν, ὅσαι δὴ μείζους καὶ πρὸς κάλλος φαιδρότεραι, τοῖς οἰκείοις αὐτῷ καὶ οὖσιν ἐν ἀξιώμασιν ἐδωρήσατο, ὁμοίως δὲ καὶ τῶν οἰκιῶν, ὅσαι δὴ καλλίους ἦσαν τῶν ἄλλων εἴς τε κάλλος καὶ μέγεθος, μόνους ἡμῖν τοὺς τέσσαρας νεώς, οἳ καὶ καθολικοὶ λέγονται, καταλελοιπώς, πολλὴν τὴν σπουδὴν ὑπὲρ τούτων τοῦ ποιμένος εἰσενεγκόντος. Τὰς δέ γε λοιπὰς ἁπάσας οἰκίας καὶ τοὺς νεὼς σχεδὸν πάντας διωρίσατο τοῖς τ' ἀπ' ἄλλων τόπων ἐθελήσασιν ἴσως τὴν πόλιν, ἀνθ' ἦς οἰκοῦσιν, ἑλέσθαι παρασχεθῆναι καὶ τοῖς ἀπὸ τῶν Γενητζῶν ἀπαναστάσι Τούρκοις. Τόπος δ' οὗτός ἐστι πεδιὰς ὅλος, ἡμέρας ὁδὸν ἀπὸ τοῦ κατὰ δύσιν μέρους ἀπέχων τῆς πόλεως, εἴτε τῇ τούτου ἐπιτηδειότητι εἴτε σπουδῇ τοῦ τοῦτον ἀρχῆθεν ἐκλεξαμένου πρὸς οἴκησιν πολλοὺς ἐσχηκὼς οἰκήτορας Τούρκους, ὃν δὴ τόπον καὶ οὐκ οἶδ' ὅπως ἐπὶ θέαν καὶ ζώων ἀγρίων θήραν ὁ Μουράτης ἐκεῖσε, καθ' ὃν καιρὸν ἐνεδήμει τῇ πόλει, γενόμενος, σχεδὸν τῶν ἐνοικούντων καθίστησιν ἔρημον, ἀπανίστασθαι τούτους τὸ τάχος κελεύσας καὶ μετοικεῖν εἰς Θεσσαλονίκην. Ὃ δὴ πρόσταγμα καὶ μετὰ σπουδῆς οἱ πρὸς αὐτὸ τεταγμένοι πεπληρωκότες ἐφάνησαν μηδὲν μελλήσαντες μετὰ τὴν τούτου ἀποδημίαν, πάντας δὲ τοὺς αὐτόθι Τούρκους, ἐκεῖσε γενόμενοι καὶ βίᾳ μᾶλλον ἢ πειθοῖ εἰς Θεσσαλονίκην ἀγηοχότες καὶ οἰκίας ἑτέρας, ἀνθ' ὧν εἶχον, παρεσχηκότες κατὰ τὸ πρόσταγμα. Ἄμφω γοῦν, οἶμαι, ταῦθ' ὁ Μουράτης ἐσκέψατο καὶ τοῦθ' οὕτω γενέσθαι προσέταξεν, ἵν' ἀσφάλειαν ἡ πόλις ἔχῃ καὶ φυλακὴν ἀκριβεστέραν ἐκ τούτου, παράλιος οὖσα καὶ διὰ τοῦτο δεομένη πολλῶν ἐνοικούντων καὶ ἵνα τὴν ἀγορὰν πλήθουσαν ἔχουσα τῶν ὠνίων ἁπάντων εἰς αὐτὴν εἰσκομιζομένων πάντας ἕλκῃ παρ' ἑαυτῇ, πραγματειῶν καὶ συναλλαγμάτων ἁπάντων μεταδιδοῦσα τοῖς χρῄζουσι καὶ ἑαυτὴν ῥᾳδίως πλουτίζουσα.]

Intertext edge

Open linked passage

Note