De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
[Τούτων οὖν οὕτω προβάντων καὶ τῶν Τούρκων εἰς χιλίους ἀριθμουμένων τὴν πόλιν κατειληφότων καὶ πάντων οἰκίας καὶ ναοὺς ἀντὶ οἰκιῶν εἰληφότων καὶ ἀναμεὶξ κατὰ πᾶσαν τὴν πόλιν λαχόντων τὴν οἴκησιν, ἡ πόλις ὥσπερ τινὰ πενθήρη χιτῶνα τὴν ἀκοσμίαν περιεβάλετο, τῆς εὐπρεπείας, ἧς ἂν ἔτυχε τῆς κακῆς συμβουλῆς μὴ χώραν εὑρούσης, ἀφῃρημένη καὶ τὸν στολισμόν, ὃν οὐκ εἰς μακρὰν ἔσχεν ἄν, δυστυχῶς ἄγαν ἀποβαλοῦσα καὶ στένουσα, οἷον μετ' οἰμωγῆς, ὅτι μὴ σεισμὸς ταύτην συνέχωσεν ἢ πῦρ παρανάλωσεν ἢ ὕδωρ ἀναδοθὲν ἢ νεφελόθεν ῥαγὲν συνεκάλυψε καὶ κατέκλυσε· τοῦτο γὰρ ἀνεκτότερον, ἐπεὶ τοί γε βέλτιον τοῦ τοιαύτην ὁρᾶσθαι τὸ μηδ' ὁπωστοιοῦν ἐπὶ γῆς ἑστάναι. Οἱ μὲν οὖν τῶν ἱερῶν οἴκων εἰς κοινὰ καταγώγια μετημείφθησαν, ὥσπερ εἰρήκειμεν, καὶ τὸ προφητικὸν εἰπεῖν, «ἐν πελέκει καὶ λαξευτηρίῳ τὰ θυσιαστήρια τοῦ θεοῦ καταβέβληντο», οἱ δὲ λείψανα μόνον τοῦ πρώτου κάλλους αὐτῶν καὶ τῆς θέσεως ἀποσώζουσιν, ἔνιοι δέ, καὶ μᾶλλον οἱ πλείους, καταπεπτώκεσαν τέλειον, ὡς μηδὲ ποῦ ποτ' ἦσαν γνωρίζεσθαι· διηρπάγησαν γὰρ αἱ τούτων ὕλαι καὶ κτίσμασιν ἄλλοις προσετέθησαν καινοτέροις καὶ μάλιστά γε τῷ νῦν ἐπὶ μέσης τῆς πόλεως ὁρωμένῳ καὶ κοινῷ βαλανείῳ. Καὶ μονονουχὶ τῶν γηραιοτέρων ἔξεστιν ἀκούειν ἀνδρῶν ὡς ὧδε μὲν ἦν ὁ νεὼς ὁ δεῖνα, ἐκεῖ δὲ ὁ δεῖνα καὶ ὅσα προσῆν ἑκάστῳ καὶ κάλλη καὶ χάριτες. Καὶ τοῦτο μὲν οἱ κατὰ πᾶσαν τὴν πόλιν νεῴ, μοναὶ δ', ἃς πρότερον φθάσας ὁ λόγος ἐδήλωσεν, ἀφορμὴ τοῖς ὁρῶσιν ἵστανται πένθους, μὴ ὅτι γε μοναχῶν ἔρημοι καταστᾶσαι κακῶς ἐξελαθέντων καὶ πρὸς ἑτέρας πόλεις μετοικησάντων, ἀλλὰ καὶ προσαφῃρημέναι τὴν διὰ πάντων λαμπρότητα· αἵ τε γὰρ μάρμαροι τούτων ἐξηδαφίσθησαν, ἥ τ' ἄλλη ἅπασα ὕλη, ἡ πρὸς ἀπαρτισμὸν αὐτῶν ἀρχῆθεν συντεθειμένη καὶ κάλλος, εἰς διαρπαγὴν τοῖς βουλομένοις ἀνεῖτο καὶ νῦν ἄκοσμόν τι θέαμα πᾶσιν ὁρῶνται καὶ τὰς ἁπάντων ψυχὰς κινοῦσι πρὸς δάκρυα. Πολλοὶ μὲν οὖν εἵλοντ' ἂν ἀντὶ τῆς ἐνεγκαμένης τὴν πόλιν καὶ πλήρης μὲν ἂν ἦν εὐσεβῶν ἤδη, πλήρης δὲ μοναχῶν, γέμουσα δὲ θυμηδείας καὶ τέρψεως τῷ χριστωνύμῳ πρεπούσης πληρώματι, εἰ μὴ τοιαύτη κατ' αὐτῆς ἀπόφασις ἀπευκταία ἐξήνεκτο καὶ τὰ κατ' αὐτὴν οὕτω προὐχώρησε. Νυνὶ δὲ μὴ ὅτι γε πόθον, οἳ ταύτην ἐκ μακροῦ καταλαβεῖν εἶχον, μετάμελον ἔσχον τῆς προθυμίας, ἀλλὰ καὶ ἡμῖν τῆς εἰς τὴν πόλιν ἐλεύσεως μεταμέλει, τῆς ἐλπίδος σαφῶς διημαρτηκόσι· πάντα γὰρ ἄνω καὶ κάτω γεγόνασι, τὸ τοῦ λόγου, καὶ ἡ πόλις ὥσπερ τις ναῦς ἐν πελάγει περισχεθεῖσα κακῶν περιφέρεται, δίκην ἀνέμων τῶν καθ' ἑκάστην εἰπεῖν συμπιπτόντων ταραττόντων αὐτὴν καὶ ναυτίας πολλῆς καὶ ἰλίγγου πληρούντων καὶ καθαρᾶς εὐδίας ἐπιτυχεῖν οὔκουν ἐώντων, οὐδὲ τὸ τῆς εἰρήνης καὶ νηνεμίας ἱστίον πετάσασαν πρὸς λιμένα καλῶν ἐφθακέναι στῆναί τε ἐπ' ἀγκυρῶν ἀσφαλείας καὶ μένειν ἀσάλευτον. Θεοῦ δὲ ἄρα τοῦτ' ἂν εἴη καὶ τῆς ἐκείνου σαφῶς ποδαλιουχίας, καταπραῧναι μὲν τὰ τῶν ἐπερχομένων κορυφούμενα κύματα, ἰθῦναι δὲ πρὸς γαλήνην καὶ σωτηρίαν χαρίσασθαι καὶ δοῦναι πρύμναν κρούσασθαι τοῦ λοιποῦ καὶ «πλεῦσαι δεύτερον, ὅ φασι, πλοῦν», μεταβεβλημένων ἁπάντων ἐπὶ τὸ βέλτιον καὶ ὃ συνοίσει τῇ πόλει, μεσιτεύσαντος τοῦ τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος καὶ τῶν τῆς πατρίδος οἰάκων αὖθις εἰπεῖν ἐπιλαβομένου καὶ πρὸς τὴν τοσαύτην τῶν συμφορῶν θάλασσαν τῇ ἑαυτοῦ χρησαμένου δυνάμει. Γένοιτο δὲ μὴ οὐκ εἰς μακράν, ἱλέῳ τοῦ Θεοῦ ἐπιβλέψαντος ὄμματι καὶ φιλανθρωπευσαμένου συνήθως, ἐφ' οἷς αὐτὸν παροργίζομεν.]