De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ταῦτα ἐς δεῦρο παρηκολούθηκεν, εἰ καί τινα τούτων ἡμεῖς ἑκόντες διὰ τὸν καιρὸν καὶ τὴν ἡμετέραν περὶ τὸ λέγειν ἀσθένειαν παραλιπεῖν δέον κεκρίκαμεν. Κἀπειδήπερ οὐκ εἴχομεν τὴν σὴν ἀξίωσιν διακρούσασθαι καὶ ἀνηκοΐας γραφὴν ἀπενέγκασθαι, καθὼς ἡμῖν ἐξῆν, ἑαυτοὺς τῇ παρούσῃ δεδώκαμεν διηγήσει· τοῦτο γὰρ κἂν ταῖς ἀρχαῖς ὑπισχνούμεθα, μηδὲν πλέον τῆς ἡμετέρας δυνάμεως ἐπιδείξασθαι. Ὅθεν, εἰ μὲν ἄξιόν τι τῆς τε σῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως φανῶμεν ἐργάσασθαι, σὸν ἂν εἴη τοῦτο καὶ τῶν σῶν ὑπὲρ ἡμῶν προσευχῶν. Εἰ δ' αὖθις ἀτυχεῖς κατὰ πάντα δόξαιμεν, ὃ πᾶσα παθεῖν ἀνάγκη, ὁποία τις ἂν ἀμοιβὴ καὶ πάλιν ἡμῖν ἀντιδοθείη, δίκαιον ἂν εἴη καὶ σὲ ταύτης μετεσχηκέναι, ἡμᾶς ἀμαθεῖς ὄντας, παρακαλέσαντα πρὸς ἔργον τοσοῦτον διὰ τὸ ἡμᾶς εἶναί τι νομίσαι, μηδὲν ὄντας καὶ τοῦτο πανταχοῦ διατεινομένους. Ἐγὼ δ' εἰς ἀμοιβὴν τὰς σὰς λιτὰς ἀντιδοθῆναί μοι θερμῶς ἐξαιτοῦμαι, τιμιώτατε πάτερ· πολλὰ γὰρ ἐμαυτῷ συνεγνωκὼς πταίσματα, τῆς ἀπὸ τῶν σῶν λιτῶν δέομαι βοηθείας εἰς τὴν τούτων ἀπόνιψιν.