Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 2 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
[Εἰ μὲν οὖν τις ἐτύγχανες ὢν τῶν οὐκ εἰδότων τὴν πόλιν, τὰ καθ' ἕκαστόν τε ἠγνόεις αὐτῆς, ὥσπερ οἱ πρῶτον ἐξ ἀλλοδαπῆς εἰς ἑτέραν μετοικήσαντες πόλιν, ἕως ἂν τὸ τοῦ χρόνου μῆκος ταύτην αὐτοῖς κατὰ μέρος γνωρίσειεν, ἐδεόμην λόγων ἂν ἐνταῦθα μακρῶν, ἵνα μηδὲν τῶν τῆς πόλεως τὴν σὴν διαφύγῃ γνῶσιν. Ἐπεὶ δὲ πρὸς θρέμμα ταύτης τὸν λόγον ποιοῦμαι καὶ ἀκριβέστερον ἢ πολλοὺς ἄλλους τὰ κατ' αὐτὴν ἐγνωκότα, μάτην οἱ μακροὶ περὶ τούτων λόγοι καὶ ἡ περὶ τῆς θέσεως μεγέθους τε καὶ κάλλους καὶ τειχῶν ἀσφαλείας καὶ προσέτι τοῦ εὖ κεκρᾶσθαι καὶ τῶν ἄλλων ἀκρίβεια καὶ μάλισθ' ὅτι πρὸ μακρῶν ἐτῶν τὰ περὶ τῆς πόλεως ἕτεροι φιλοπόνως ἄγαν δυνάμει λόγου καὶ ῥητορικῆς εὐγλωττίας δεινότητι ἠκριβωμένως ἐξέθεντο καὶ μετὰ τὴν πρώτην πασῶν εἰπεῖν λαμπροτέραν πολλαῖς ἀποδείξεσιν ἀποφῆναι ταύτην ἐσπούδασαν. Ἐκείνοις δ' ἐμαυτὸν ἔγωγε μόνον διηγούμενος δώσω, ὧνπερ ἡ πόλις ἐν τῷ τῆς νῦν ἁλώσεως χρόνῳ πεπείρατο, καθάπερ ἔφης καὶ σὺ πρὸς ἡμᾶς, μικρὸν πρὸ ταύτης ἀπάρας ἐνθένδε καὶ διὰ τοῦτο τὸ κακὸν οὐκ εἰδὼς ἀκριβῶς ὅπως κεχώρηκε. Τὰ τῶν Λατίνων γὰρ οἶδ' ὅτι καὶ αὐτὸς οἶσθα σαφέστατα τῇ πόλει παρὼν καὶ καθ' ἑκάστην ὁρῶν τὰ γινόμενα]. Ἔπασχεν οὗν τῶν Λατίνων κρατούντων ἡ πόλις, ὡς οἶδας, καὶ ὁσημέραι θλίψεις ἡμῖν ἐπήγοντο πανταχόθεν καὶ λόγων πολλῶν παρ' ἑκάστοις, πῶς ἂν ἀνεθείημεν, γιγνομένων τρόπος ἦν οὐδ' ὁστισοῦν ὁ τούτων ἡμᾶς τῶν δεινῶν ἀπαλλάξων. Οὔτε γὰρ οἱ Τοῦρκοι τοῖς Λατίνοις ἐβούλοντο σπείσασθαι, πολλάκις πρεσβευσαμένοις περὶ τούτου καὶ δεηθεῖσιν, οὐθ' ἡμῖν ἐξῆν πρᾶξαι τὸ κατὰ γνώμην, ὀλίγοις ἄγαν καθεστηκόσι καὶ ἀνισότητι γνώμης ἀποβεβληκόσι τὸ ὁμονοεῖν, ὡς ἄρα καί σοι γνώριμον τοῦτο σὺν ἡμῖν γε ὄντι καὶ τῶν δεινῶν ἐκείνων τοῖς ἄλλοις παραπλησίως εἰληφότι τὴν πεῖραν.

Intertext edge

Open linked passage

Note