De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Οὕτω οὖν ἡμῖν ἔχουσιν, ὅσαι τε ὧραι μυρία τὰ χαλεπὰ φέρουσι καὶ τὴν σωτηρίαν ἀπαγορεύουσιν, κακὸν ἐξαίφνης ἐπῆλθεν ἕτερον καὶ στερροτέραν εἰπεῖν ἀδάμαντος πλῆξαν ψυχήν. Τὸ δ' ἦν ἡ τοῦ καλοῦ ποιμένος καὶ κατὰ τὸν πρῶτον ποιμένα τὴν ψυχὴν ἐφ' ἑκάστης ἀφειδῶς ὑπὲρ τοῦ ποιμνίου τιθέντος κατὰ θεῖον βούλημα τελευτή, ἐν καλῷ μὲν ἐκείνῳ γεγενημένη, βλάβος δ' ἡμῖν ἐπενεγκοῦσα πολύ, τῶν ἐκείνου λιτῶν πρὸς θεὸν στερηθεῖσιν, αἷς ἐσωζόμεθα. [Ὅτι δὲ κατὰ θείαν αὕτη βούλησιν ἦν, ἄκουε τοῦ φανέντος τῷ μακαρίῳ περιόντι κατ' ὄναρ ἐκείνῳ. Ἔδοξε πρὸ τοῦ τὴν πόλιν τῷ πολέμῳ ληφθῆναι οἶκόν τινα λαμπρὸν εἰσιέναι καὶ παμμεγέθη, περισκοπεῖν τε αὐτὸν κατὰ μέρος καὶ θαυμάζειν αὐτοῦ τό τε κάλλος καὶ μέγεθος, ἐν τούτῳ δ' ὄντι φωνὴν ἔξωθεν ἐνεχθῆναι λέγουσαν: «ὁ μὲν οἶκος οὗτος, οὗ τὰ καθ' ἕκαστον, ὦ δέσποτα, ὡς λίαν λαμπρὰ καὶ ὡραῖα θαυμάζεις περιαθρῶν, πίπτει τὸ τάχος καί, ἵνα μή σε καλύψῃ πεσών, ἔξιθι τούτου ταχέως». Οὕτως εἶχεν ἡ ὄψις καὶ εἰς ἔργον ἧκεν οὐκ εἰς μακράν. Ἐκεῖνος μὲν γάρ, ἵνα ἀναφανῇ δίκαιος καὶ τῶν πολλῶν τῆς ἀρετῆς ἐκείνου καμάτων λάβῃ τὰς ἀντιδόσεις, εἰκότως οὕτω καὶ πρὸ τῆς κοινῆς συμφορᾶς, πρὸς ὃν ἐπόθει κύριον ἐξεδήμησεν. Οὐ γὰρ δίκαιον τοῦτο παρὰ θεῷ κέκριτο, τοιούτων ἵνα κακῶν πεῖραν σχῇ καὶ κοινωνήσῃ τῶν ἴσων ἡμῖν· «ἀνόμοιος γὰρ ἦν τοῖς ἄλλοις ὁ βίος ἐκείνου καὶ ἐξηλλαγμέναι αἱ τρίβοι», τοῦ Σολομῶντος εἰπεῖν, «ἡμεῖς δὲ κακίας γέμοντες ὅλως, καὶ ὀπίσω τῶν ἐνθυμάτων τῆς καρδίας ἡμῶν τῆς πονηρᾶς», τοῦτο δὴ τὸ τοῦ Ἱερεμίου, «πορευόμενοι καὶ κατὰ τὸν πάλαι γογγυσταὶ τυγχάνοντες Ἰσραήλ», κατὰ τὴν ἡμετέραν ἐπιθυμίαν ἀπολαύειν ὅπως οὐκ ἔχωμεν τῶν πραγμάτων, δικαίως οὕτω πεπράγαμεν δυστυχέστατα καὶ τούτου τἀνδρὸς ἐστερήμεθα, μόνου περιλειφθέντος ἐν τοιούτοις καιροῖς καὶ τοσούτοις ἀνιαροῖς παραμύθιον. Πάντες γὰρ ὥσπερ τινὰ δύναμιν ζωτικὴν ἐν ἡμῖν ἐνομίζομεν τοῦτον καὶ τὴν τελευτὴν ἐκείνου μηδὲν ἄλλο νομίζειν εἴχομεν ἢ τῆς ἐφ' ἡμᾶς τοῦ θεοῦ δικαιοτάτης παιδείας οἷον προοίμιον. Τοῦτο τῶν κατειπεῖν ᾑρημένων ἐκείνου σαφέστατος ἔλεγχος καὶ τοὺς ἀδικίαν κατ' ἐκείνου λαλοῦντας ὅτι μὴ προδοσίαν ἐσκέψατο, μηδὲ τῶν σφίσι δοκούντων συνιέντας βαθύτερον, ἐνδίκως ἐπιστομίζει. Οἶμαι γὰρ ἐγώ, δεῖξαι βουληθεὶς ὁ θεὸς οἷος μὲν ὁ ἱερὸς ἐκεῖνος ἀνὴρ καὶ τίνων ἄξιος ἦν, οἷοι δ' ἡμεῖς καὶ τίνας εἰσπραχθῆναι δίκας δίκαιοι ἦμεν, διὰ τοῦτο τὰ καθ' ἑκάτερον μέρος οὕτως ᾠκονόμησε συμφερόντως].