Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 4 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
[Τούτου οὗν τοῦ δεινοῦ, τῆς τελευτῆς ἐκείνου φημί, προστεθειμένου τοῖς ἄλλοις καὶ πάντων τῶν ἐν τῇ πόλει, ἀνδρῶν, γυναικῶν, παίδων, Λατίνων τε καὶ αὐτῶν Ἰουδαίων, ἐλεεινῶς πρὸς ἀλλήλους διομιλούντων καὶ τὰ μὲν ἄλλα, ὅσα τούτους ἐπίεζε δηλονότι τῇ λήθῃ παραπεμπόντων, τὴν τοῦ ποιμένος δὲ στέρησιν ἐπὶ νοῦν λαμβανόντων καὶ συνεχῶς προφερόντων, τῆς τοῦ Θεοῦ τε παιδείας, ὡς προὔφην, καὶ τῆς γεγενημένης ἁλώσεως καὶ λεγόντων σημεῖον τοῦτο καὶ πιστευόντων, οὕτως οὖν διατεθέντων καὶ] ὀλίγου δή τινος ἐν τῷ μεταξὺ παρεληλυθότος τοῦ χρόνου, χεῖρον ἢ πρότερον ἔσχε τὰ πράγματα καὶ σύγχυσις πανταχοῦ, ἄλλων ἄλλα βουλευομένων καὶ μηδὲν ἐν ταὐτῷ συνελθεῖν δυναμένων. Καὶ παραπλήσιόν τι τοῖς ἐπὶ νηὸς χειμαζομένοις ἐπάσχομεν, ὅταν ὁ κυβερνήτης ἀπῇ· πάντα γὰρ ἐκεῖ ταράχου μεστὰ καὶ ἡ ναῦς, οὐκ ἔχουσα τὸν ἰθύνοντα ταῖς τῶν ἀνέμων βίαις τοῦ πρόσω χωρεῖν ἀκινδύνως, οὐ συγχωρεῖται. Τῶν μὲν οὖν δὴ πλειόνων δυσχεραινόντων ὅτι μὴ σφίσιν ἐξῆν προδοῦναι τὴν πόλιν τοῖς Τούρκοις, [δεδιότων ἴσως ὃ γέγονεν ὕστερον,] ἄγγελος ἧκε τὸν Μουράτην ἐφ' ἡμᾶς κεκινῆσθαι μηνύων, πλεῖστον ὅσον στρατὸν συναγείραντα καὶ διὰ πάντων καλῶς παρεσκευασμένον. Τοῖς μὲν οὖν δεκτέα πως ἔδοξεν ἡ ἀγγελία καὶ πιθανή, τοῖς δὲ μή, καὶ μάλιστα Λατίνοις, εἴτε μεγαλοψυχεῖν προσποιουμένοις εἴτε πεῖραν οὐκ ἐσχηκόσι τῶν Τούρκων, ᾧ καὶ μᾶλλον ἔγωγε πείθομαι. Πόθεν γὰρ εἴδησις τούτοις ἐν θαλάττῃ καὶ γεννωμένοις καὶ εἰς γῆρας διαιτωμένοις, πρὸς συμπλοκάς τε καὶ μάχας, αἷς τὸ τῶν Τούρκων κέχρηται γένος, ἔχουσιν οὐκ ἐπιτηδείως καὶ μηδὲ δυναμένοις ἢ διὰ τριηρῶν ἀπελθεῖν εἰς ὑπερορίαν, ἡνίκ' ἂν καὶ ἔνθα βούλοιντο; Μικρὸν τὸ μεταξὺ καὶ πάλιν ἕτερος ἄγγελος ταὐτὰ τῷ προτέρῳ καὶ αὐτὸς διαγγέλλων καὶ τοὺς λόγους ὅρκοις πιστούμενος ἀσφαλέσιν, ἐφ' οἷς ἐπείσθημεν μὲν ἡμεῖς, μηδὲν ἄλλο παρ' αὐτὸ προσδοκῶντες (τοῦτο γὰρ ὁ πολυετὴς ἡμᾶς ἐδίδασκε συγκλεισμὸς καὶ τὰ πράγματα), ἐπείσθησαν δὲ καὶ Λατῖνοι καὶ πρὸς παρασκευὴν δεῖν ἔδοξε τούτοις διεγηγέρθαι.

Intertext edge

Open linked passage

Note