Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De extremo Thessalonicensi excidio narratio
Joannes AnagnostaNarr 5 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Καὶ δὴ πρῶτον μέν, οὗπερ ἤρξαντο πρότερον ἔργου, πρὸς τελείωσιν σπουδαιότερον διετέθησαν. Τὸ δ' ἦν ἡ περὶ τὰς ἐπάλξεις αὐτῶν ἐπιμέλεια· μικρὸν γὰρ πρόσθεν διὰ φροντίδος πολλῆς πεποιήκεσαν τὰς ἐπάλξεις τοῦ τείχους παντὸς διαφράξαι σανίσιν, ὡς ἐν ἀσπίσι, τοὺς μὲν ἔξω πολεμίους ἀπειργούσαις τοῦ βέλεσι τιτρώσκειν τοὺς ἔνδον δεῆσαν προκῦψαι, τοῖς δ' ἐπὶ τῶν τειχῶν ἱσταμένοις πολλὴν τὴν ἄδειαν παρεχούσαις ἀφανῶς λίθοις ἄνωθεν βάλλειν τοὺς ἐπιόντας καὶ τῷ προστυχόντι παντὶ προσπελάσαι τοῖς τείχεσι βουληθέντας. Ἔπειτα δὲ δεῖν ἀριθμῆσαι τοὺς ἄνδρας ᾠήθησαν καὶ καταμαθεῖν, εἰ πρὸς τὰς τοῦ ὅλου τείχους ἐπάλξεις καὶ τὸν περίβολον τὸν πρὸς ἤπειρον ἐξαρκοῦσι. Καὶ δὴ στῆναι πάντας ἐπὶ τῶν τειχῶν μεθ' ὧν εἶχεν ἕκαστος ἐπιτρέπουσιν ὅπλων, ὡς ἂν καὶ μάρτυρας τοὺς ἰδίους ἔχωσιν ὀφθαλμούς. Οὗ δὴ γεγονότος ἦν ἰδεῖν ἐπὶ δύο καὶ τρεῖς ἐπάλξεις ἕνα ἄνδρα ἱστάμενον καὶ τούτων τοὺς πλείους μήθ' ὅπλα κεκτημένους (προανάλωσε γὰρ ἡ πενία) μήτε πρὸς μάχην ἐπιτηδείους καὶ πόλεμον· τοῖς γὰρ συνεχέσι κακοῖς καὶ τῇ περὶ τὸ ζῆν ἀπορίᾳ περιῄρηνται καὶ τὸ δύνασθαι. Οἱ Λατῖνοι δ' ὅμως, ἄλλως οὐκ ἔχοντες διαπράξασθαι (ἄνδρας γὰρ ἑτέρους μαχίμους οὐκ εἶχον παρὰ τοὺς ὄντας τῇ πόλει), δεῖν ἐξ ἀνάγκης ᾤοντο πάντας γοῦν ἑτοίμως ἔχειν πρὸς πόλεμον. [Μεταστῆσαι δὲ καὶ τὴν ἀγορὰν πρὸς φυλακὴν ἀκριβεστέραν τῆς πόλεως δέον κεκρίκασιν, εἰ καὶ πέρας ἴσως τοῦτο λαβεῖν οὐκ ἔσχεν, ἐπιθεμένων αἴφνης τῶν πολεμίων καὶ θᾶττον ἢ πάντες προσεδοκῶμεν· «ἂν γὰρ τὴν πόλιν», ἔφησαν, «κυκλώσωσι μὲν οἱ πολέμιοι καὶ τοῦ πολεμεῖν συνεχῶς γίνωνται, ἡμεῖς δὲ πρὸς τὴν ἀγοράν, πόρρω κειμένην, ἀπίωμεν τὰ πρὸς χρείαν ὠνούμενοι, παρέξομεν ὑπὸ τῆς τῶν τειχῶν ἐρημίας τὴν πόλιν αὐτοῖς, μηδένα πόνον μηδαμῶς προϋπενεγκοῦσι.» Καλῶς οὖν διὰ πάντων καί, ὡς παρεῖχεν ἡ δύναμις, παρεσκευασμένων ἁπάντων πάντα παθεῖν ὑπὲρ τῆς πατρίδος, προθυμίαν πάντες ἐνεδειξάμεθα τὴν αὐτὴν καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ θεῷ καὶ τῷ Μυροβλύτῃ Μάρτυρι σαλεύοντες ἦμεν καὶ περιεσκοποῦμεν νύκτωρ καὶ μεθ' ἡμέραν τὴν ἔφοδον τῶν βαρβάρων, καθ' ἑκάστην κατὰ τὰς ἀγγελίας αὐτοὺς ἐκδεχόμενοι.

Intertext edge

Open linked passage

Note