De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ὁ δὲ Μουράτης ἀνηνύτοις ἰδὼν ἐπιχειρεῖν ἐν τούτῳ τῷ μέρει (οὐ γὰρ οἷς ἔξωθεν μόνον ἐκήρυττον ἐπείθοντό τινες, ἀλλὰ καὶ πλύνειν τοῦτον ὕβρεσιν ὑπ' ἀβελτηρίας καὶ ἀλόγου θρασύτητος οὐκ ἀπώκνουν) τοῦ θυμοῦ τε γέγονεν ὅλος καὶ τὸν στρατὸν προσέταξε μεταστῆναι καὶ περὶ τὴν πόλιν στρατοπεδεύσασθαι. Οἱ δὲ προσεχώρουν, ἅτε μελισσῶν σμήνη, τοῦ ἡμετέρου λίαν διψῶντες αἵματος καὶ πάντας ἄρδην καταπιεῖν γλιχόμενοι. Τῇ πόλει δὲ προσεγγίσαντες καὶ τὰς σκηνάς, ὥσπερ ἔθος, πηξάμενοι, δίκην φρουρίου πᾶσαν περιέλαβον ταύτην, ὡς μηδαμοῦ σχεδὸν κενὸν ἀνθρώπων φαίνεσθαι τόπον. Εἶτα τοὺς στρατηγοὺς ἕκαστον ἐν ὡρισμένῳ τῆς πόλεως μέρει πρὸς τὸ πολεμεῖν ἀποτάξας, αὐτὸς τὰς ἰδίας σκηνὰς ἀντικρὺ τῆς ἀκροπόλεως πήγνυσιν, ὡς ἂν πάντας ἐκ μετεώρου καλῶς ὁρᾶν ἔχοι καὶ πᾶσαν τὴν πόλιν ἐντός. Ἡμεῖς δὲ ταῦθ' ἑορακότες καὶ τῆς ἡμῶν σωτηρίας ὑπεραγωνίσασθαι προθυμούμενοι (καὶ γὰρ οὐδὲ ἦν ἄλλως εἰκὸς) μεθ' ὧν εἴχομεν ὅπλων ἐπὶ τὸ τεῖχος ἐθέομεν ἕκαστος, ἄλλος ἄλλον παρελθεῖν τῷ τάχει φιλονεικοῦντες καὶ οἷον ἀνδριζόμενοι κατὰ τῶν ἐκτός, ἀγνοοῦντες ὅπῃ τὰ τῆς σπουδῆς ἐκείνης χωρήσει. Ὡς δ' ἀνέβημεν, διημερεύειν ἐκεῖσε καὶ διανυκτερεύειν συνθέμενοι καὶ διέκριναν ἡμᾶς οἱ κρατοῦντες τῆς πόλεως, Λατίνους καὶ Ῥωμαίους καὶ τοὺς τὴν λῃστείαν μετερχομένους ἀναμεὶξ στήσαντες (οὐ γὰρ πιστεύειν ἡμῖν καθαρῶς εἶχον) καὶ θάνατον τοῖς φρονήσουσι προδοσίαν ἠπείλησαν, τοὺς Τζεταρίους, ὡς ἡ κοινὴ φωνὴ τούτους ἐκάλει, [Λῃστῶν δ' ἦσαν οὗτοι σύνταγμα ἐκ διαφόρων τόπων συναθροισθέντες,] φύλακας εἰς τοῦτ' ἐπιστήσαντες.