De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὡς οὖν τοῦ πολεμεῖν γεγενήμεθα πάντες καὶ κατὰ τῶν ἐπιόντων ἀνδρίζεσθαι, ἄλλο τι πάλιν παρὰ τὴν ἡμετέραν ἐφάνη πράξας ὑπόνοιαν ὁ Μουράτης. Πάντες γὰρ ἡμεῖς ὑπενοοῦμεν, τοσοῦτον στρατὸν βαρὺν θεασάμενοι καὶ τοσαύτας τὰς ἑλεπόλεις, ἃς τὸ τῶν καμήλων πλῆθος καὶ τῶν ἁμαξῶν ἐπεκόμιζον καθ' ἑκάστην, ὡς οὐκ ἂν φθάσειε καὶ μανικῶς αὐτίκα κατὰ τοῦ τείχους ὁρμήσει, παίειν μὲν αὐτὸ προστάξας τῇ χειροποιήτῳ τοῦ λίθου βροντῇ, τοὺς δ' ἄνωθεν κωλύειν τῆς ἐπὶ τῶν τειχῶν στάσεως διὰ τῶν ἀφιεμένων βελῶν καὶ παντὶ μηχανήματι πρὸς τὸ κρατῆσαι κεχρῆσθαι τῆς πόλεως. Ὁ δὲ τούτων μὲν ἔδειξεν οὐδέν, μικρὸν δ' ἡσυχάσας καὶ τὴν πόλιν κύκλῳ περιβλεψάμενος, κήρυκας καὶ αὖθις ἐξέπεμψεν, ἐλευθερίαν ἡμῖν ὑπισχνούμενος καὶ φιλοτιμίας ἑτέρας, τοῖς παρ' αὐτοῖς ταυτὶ πιστούμενος ὅρκοις, εἰ τὴν πόλιν προοίμεθα τοῖς τούτου λόγοις πεισθέντες καὶ τἀναντία πάλιν αὐτῶν προσετίθει καὶ χαλεπώτερα τούτων, εἰ μὴ καταπειθεῖς ἐν τούτῳ γενοίμεθα. [Ἀλλ' ἐνταῦθα μικρὸν ἐρήσομαι τοὺς κατηγοροῦντας τοῦ δεῖνος καὶ τῆς δεῖνος. Ποῦ ποθ' ὑμεῖς ἦτε, ὅθ' ὁ Μουράτης τὰ τοιαῦτα ὑπέσχετο; Οὐκ ἐν τῇ πόλει καὶ αὐτήκοοι τῶν κηρυττομένων; Πῶς οὖν οὐκ ἐχρήσασθε τῷ λογισμῷ; Πῶς, ἃ διενοεῖσθε, οὐκ εἰς πέρας ἠγάγετε; Πῶς, ἃ τῶν ἄλλων κατηγορεῖτε μὴ πεπραχότων, ὑμεῖς οὐκ ἐπράξατε καιροῦ καλοῦντος καὶ τῶν ἀπειργόντων οὐκ ὄντων; Τότε γὰρ ποιμὴν οὐκ ἦν (μῆνας γὰρ εἶχεν ἓξ γενόμενος ἐξ ἀνθρώπων) οὐδὲ ἀραὶ οὐδ' ὅσ' ἕτερ' ἀπαριθμεῖτε. Τί λοιπὸν τὸ κωλῦσαν ὑμᾶς ἦν; Ἢ τίνος ἔργον, ὅσα συμβέβηκεν; Οὐδενός, πᾶς τις ἂν εἴποι λογιζόμενος εὐσεβῶς, ἢ τῆς ἡμῶν ἁμαρτίας ἑκάστου τὸν ἀόργητον εἰς ὀργὴν καθ' ἡμῶν κινησάσης, παιδείαν ἡμῖν ἐπενεγκεῖν πταίουσιν ἀδιόρθωτα, ἵνα γοῦν ἑαυτῶν γενόμενοι τοῦ λοιποῦ σωφρονήσωμεν. Εἰ δέ τις τῶν πρὶν ἀπομνημονεύων χρόνων καὶ πάλιν ἡμῖν ἀντιλέγει καὶ τῷ ποιμένι τὴν αἰτίαν ἐπάγει τοῖς προδεδόσθαι ἐθέλουσι μὴ τὰ ἴσα φρονήσαντι καὶ βουλευσαμένῳ, μεμηνότος, οἶμαι, κέκτηται λογισμούς. Πρῶτον μὲν γὰρ οὐ τοῦ σχήματος τοῦ ἀρχιερέως στρατηγικῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν μὲν τυρρανικῶς ἐξωθεῖν τῆς ἀρχῆς, τὸν δὲ ἀντεισάγειν καὶ πραγμάτων πολλῶν καὶ φόνου καὶ ζημιῶν, τούτων δὴ τῶν ἐν ταῖς ἐναλλαγαῖς τῶν ἀρχῶν συμβαινόντων, αἴτιον δείκνυσθαι. Οὐ γὰρ ἐπὶ θρόνον αὐτὸν καθίζουσι τυραννικόν, ἀλλ' ἐπὶ θρόνον ἱερατικὸν καὶ δεσπότου πραέος καὶ εἰρήνην διδάξαντος. Καὶ δεῖ τοῦτον ἐκ παντὸς τρόπου μιμεῖσθαι καὶ λόγοις ἕπεσθαι αὐτῷ καὶ πράγμασιν. Ἔπειτα δὲ τί τοῦτο, ὅπερ εἴργαστο; Ὅτι τοῖς τοῦ Θεοῦ νόμοις ἐμμένειν παρῄει καὶ τὴν εὐσέβειαν συνεβούλευε μὴ προέσθαι; Ὅτι μὴ κατεξανίστασθαι τῶν ἀρχόντων, ἀλλὰ τούτους ὡς ἐκ Θεοῦ προβληθέντας ἐδίδασκε στέργειν; Καὶ τί γε ἄλλο προσῆκεν ἐκείνῳ ψυχὰς ἀνθρώπων πρὸς Θεοῦ πιστευθέντι; Ὅμως ἐκεῖνος καὶ οὕτως ἔχων, ἐφ' ἑκάστου σχεδὸν ἔτους ἠξίου τὴν πόλιν ἀπολιπεῖν καὶ πρὸς τὴν ἐνεγκαμένην γενέσθαι, ἴσως ἵν' ἡμεῖς ὑπὲρ ἑαυτῶν φροντίσωμεν. Ἀλλ' οὐδ' οὕτως ἠνείχεσθε. Οὕτω γνώμης τινὲς τετυχήκεσαν πρὸς πᾶν ὁτιοῦν τὸ τρεπτὸν κεκτημένης καὶ συμμεταβαλλομένης τοῖς καιροῖς καὶ τοῖς πράγμασιν. Ἀλλ' οἱ μὲν τὰ τοιαῦτα λέγειν ὁρμώμενοι λογίσαιντο ποτε........ ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα.]