De extremo Thessalonicensi excidio narratio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Πρῶτον καὶ δεύτερον ὁ Μουράτης πεπραχώς, ὅπερ εἰρήκειμεν, καὶ γράμματα τοῖς βέλεσι πεπομφὼς ἐντὸς πλεῖστα, τοῖς αὐτοῖς ὅρκοις καὶ ταῦτα συνδούμενα καὶ τὰ αὐτὰ διαγγέλλοντα. Ὡς ἤνυε πλέον οὐδὲν (οὐ γὰρ ἐξῆν βουλομένοις τοῖς ἐν τῇ πόλει τῷ τῶν Λατίνων δέει καὶ μάλιστα τῶν συμπαρισταμένων αὐτοῖς ἐπὶ φυλακῇ λῃστῶν, τῇ σφῶν ἀδεῶς χρήσασθαι γνώμῃ), τρέπεται τότ' ἐξ ἀνάγκης ἐπὶ τὸ πολεμεῖν, οὐδὲ τότε τοσοῦτον ἀπὸ τῆς ἀπειθείας τῶν ἔνδον καὶ τῆς ἐνστάσεως ὅσον ἐκ τούτου. Ὁλκὰς ἐφάνη τις ἐξαπίνης Λατινικὴ σῖτον ἔχουσα φόρτον καὶ κομίζουσα τοῦτον ἐν τῇ πόλει χρῃζούσῃ. Οἱ δ' ὑπετόπασαν ταύτην ἰδόντες συμμάχους ἔχειν καὶ ὅπλα διὰ τὸν πόλεμον καὶ δεδιότες τὴν ἧτταν, συμμαχίας ἐπὶ τὴν πόλιν ἐλθούσης, ὅλῃ δεῖν ᾤοντο χρήσασθαι τῇ τούτων δυνάμει καὶ περὶ τὰ πολεμικὰ τέχνῃ πρὶν τὴν ὁλκάδα καθορμισθῆναι. Μικρὸν μὲν οὖν πρότερον, ὅτε καὶ τοὺς κήρυκας ἔπεμπεν, ὑπεισερχόμενοι τὸ προτείχισμα μέρος τῶν πολεμούντων ἀωρὶ τῶν νυκτῶν καὶ τοῦθ' ὑπορύττοντες ἐν ἀδείᾳ (οὔτε γὰρ ἐπ' αὐτῷ φύλακες ἦσαν, οὐκ ἀρκούντων τῶν ἔνδον, οὔτ' ἐξωθεῖν αὐτοὺς εἶχεν οὐδεὶς οὐδ' ὁπωσοῦν, τούτου προβεβλημένου) πολλὰ τούτου κατέσπασαν εἰς ἔδαφος μέρη, ὥστ' ἔχειν εἰσιέναι παμπληθεῖς ἐν τῷ μεταξὺ τῶν τειχῶν τόπῳ, κλίμακάς τε εἰσκομίσαι μετ' εὐχερείας καὶ ταύταις τὸ μέγα τεῖχος ἐπαναβῆναι. Βάσιμον οὖν τὸ ἔξω πεποιήκεσαν διατείχισμα τοῦτον τὸν τρόπον καὶ τῆς τοξικῆς πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὴ καὶ τῆς νυκτὸς οὐκ ἠμέλουν, τοῦ μικροῦ τείχους, ὅτε πρὸς κατάπτωσιν ᾔεσαν· πῶς γὰρ ἂν ἔσχον μετὰ πλείονος ὑπορύττειν ἀδείας αὐτό, τοὺς ἐπὶ τοῦ μείζονος τείχους, εἰ μὴ τοῖς βέλεσιν ἀπεῖργον μὴ κατ' αὐτῶν καὶ τούτους ὁμοίως χωρεῖν καὶ τὰ παραπλήσια δρᾶν; Πλὴν καὶ οὕτως οὐδ' ἡμεῖς ἠμελοῦμεν τοῦ κατὰ δύναμιν ἔργου. [Πλέον δὲ τῶν ἄλλων ἐχρώμεθα τῇ καλουμένῃ σκευῇ, ἧς ἦχον μὲν ἠκούομεν μόνον, ἔργον δὲ οὐδέποτ' εἴδομέν τι λαμπρὸν καὶ ταῦτα πολλῆς ἐν ἡμῖν οὔσης τῆς ἐσκευασμένης βοτάνης, ἀφειδῶς τε κατὰ πάντα καιρὸν ἀναλισκομένης.]