Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Pro viribus acta monodia
Joannes AnagnostaMono 1 · pg-scrape-grcMore by Joannes Anagnosta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-anagnosta" aria-label="More works by Joannes Anagnosta"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Pro viribus acta monodia ΙΩΑΝΝΟΥ ΑΝΑΓΝΩΣΤΟΥ Κατὰ δύναμιν μονῳδία ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης. Τίς ἂν εἰδὼς πάθεσι θρήνους ἐξισοῦν τὴν Θεσσαλονι κέων ἀξίως πόλιν ὠδύρετο; πόλις γὰρ αὕτη τὰς ἄλλας ὅσον ἐν εὐτυχίᾳ πολλῷ τῷ μέτρῳ παρήνεγκε, πανταχόθεν αὑτὴν λαμπρὰν καὶ ποθεινὴν δεικνῦσα, τοσοῦτο νῦν ἀτυ χέστατα πέπραγε καὶ θρηνῳδίας ἁπάσης ὑπόθεσις πρό κειται. Οἷς γὰρ τῶν ἀπ' αὐτῆς καλῶν καὶ μικρὸν γοῦν τινα χρόνον ἀπόνασθαι γέγονε, λέγειν οὐδὲν ἔπεισιν ἄλλο ταύ της γε πέρι ἢ ψυχήν, ὅσαπερ ἐς ἀθυμίαν ἐμβάλλει πηγάς τε δακρύων ἐξ ὀμμάτων προχεῖσθαι παρασκευάζει. Πολ λὰς μὲν γὰρ κάλλει καὶ θέσει, πολλὰς δὲ μεγέθει καὶ τῇ τῶν καλῶν ἀφθονίᾳ μηδ' ὅσον εἰπεῖν ὑπερέβαλε πόλεις. Καὶ ἃ πρὶν μὲν ἐκόμα τοῖς ἀγαθοῖς καὶ πλούτῳ τῷ θρυ λουμένῳ, νυνὶ δέ, ὡς μὴ ὤφελε, φροῦδα γεγένητο πάντα καὶ κακῶς ἀνεσκεύαστο. Ὤ, πῶς μαγνήτιδος τρόπον εἰς ἑαυτὴν ἅπαντας εἷλκεν, ἀποστῆναί τε τούτους οὐδ' ὁπωσ τοιοῦν συνεχώρει! Τοσούτῳ καὶ γὰρ κατεῖχεν, οἷς αὐτοὺς πανταχόθεν ἀφικνουμένους ἐδεξιοῦτο, δεσμοῖς τ' ἀλύτοις φιλίας συνέδει, ὡς ἀντὶ τῆς ἐνεγκαμένης αὐτὴν πάντας αἱρεῖσθαι καὶ μηδ' ἐπανόδου μεμνῆσθαι μηκέτι. Φεῦ! ἀλλ' ἤδη μὴ τοὺς ἐξ ἀλλοδαπῆς μόνον, οἷς ὑπῆρξεν, ὡς ἔφην, τῶν αὐτῆς ἀπολελαυκέναι χαρίτων, ἀλλὰ καὶ οὓς ἤνεγκε, 72 φεύγειν ὅλῃ παρεσκεύασε προθυμίᾳ καὶ Χάρυβδιν, ὥσπερ ἑτέραν, δεδοικέναι καὶ τρέμειν. Ὦ χρόνε, οἷα τίκτεις ἐξαίφνης καὶ μεταβολὰς οἵας ἐναπεργάζῃ τοῖς πράγμασι. Καλῶς σε, πρὸς τὸ παλίντροπον ἀπιδόντες, τροχὸν τὸ τῶν σοφῶν ὠνομάκασι γένος· πάντα γὰρ ἄνω καὶ κάτω μετα τίθης καὶ περιφέρεις. Ὦ πόλις, ἡ πρὶν μὲν ὥσπερ ναῦς ἐξ οὐρίας πλέουσα, ἔπειτα δὲ καταιγίδος δεινῆς ἐγερθείσης κακῶς συντριβεῖσα καὶ τὸν ἐναποκείμενον πλοῦτον ἀπο βαλοῦσα καὶ ἀπολέσασα, οὐδ' ἂν εἷς τῶν σοι προσόντων ἀφίκοιτό ποτ' εἰς λήθην ἑκών, εἰ μὴ τῶν φρενῶν ἐξέστηκεν ὅλως. Ἐγὼ μὲν οὖν καὶ σύνδακρυς σοῦ μεμνημένος καθί σταμαι καὶ τὸ προφητικὸν εἰπεῖν, «σκότος λεπτόν με κα λύπτει» καὶ παραμυθίαν ζητῶν ταὐτά μοι πάσχειν καὶ τοὺς ἄλλους εὑρίσκω. Ὤ, πῶς σου τὴν πρὶν εὐκοσμίαν ἀφῄρησαι καὶ ἡ λαμπρότης ἀπέσβη καὶ τοὺς ὁρῶντας κα τηφιᾶν ἀναγκάζεις. Συγκέχυται γάρ σοι κόσμος ὁ περι κείμενος ἅπας, καὶ τὸ κάλλος, ᾧ σαυτὴν κοσμεῖν εἶχες, ἐξαίφνης ἀπόλωλε. Θέατρον γὰρ πρότερον μὲν εὔδαιμον ἦς, νυνὶ δὲ θέα πᾶσι γέγονας ἀπευκταία καὶ τοὺς ἐνοικεῖν ἑλομένους σοι καὶ ἄκοντας ἀπελαύνεις, ὁρᾶν σε μὴ φέ ροντας ἐν δυστυχίᾳ τοιαύτῃ. Οἳ γάρ σε τροφὸν οἴδασι καὶ μητέρα, τοῖς ἐπὶ μητρὶ κοπτομένοις ἀποιχομένῃ τὰ παρα πλήσια δρῶσι καὶ κατηφείας σε πάντες ποιοῦνται διήγημα. Ὦ παρόντες, ἐγὼ μὲν καὶ τῶν ἄλλων, ὅταν εἰς μνήμην ἥκω τῆς πόλεως, πολλῶν ὄντων καὶ μεγάλων καὶ ὧν λόγος οὐδεὶς ἐξαρκεῖ πρὸς διήγησιν, ἰλίγγου πληροῦμαι καὶ ἐμαυτὸν ὑπ' ἀθυμίας κατέχειν οὐχ οἷός τε γίνομαι, ἡνίκα δ' ἂν καὶ τὸν κάλλιστον, ὃν ἀποβέβληκε, κόσμον λογίσωμαι, νεώς, φημί, θείους καὶ τὰ κατὰ πᾶν αὐτῆς μέρος σεμνῶν ἀνδρῶν καταγώγια, μικροῦ καὶ ἄφωνος τοῖς παροῦσιν ὁρῶμαι καὶ μόλις ἐμαυτὸν ἀνακτῶμαι τοῦ πάθους. Ὀφθαλμῶν γὰρ εἰπεῖν ἦσαν οὗτοι βολαί τε καὶ γλῆναι τῇ πόλει καὶ νῦν κατακοιμηθεῖσαι ζοφερὰν αὐτὴν ἀπειρ 74 γάσαντο πάντῃ. Καὶ τί μὴ λέγω τὸ κρεῖττον; Οὐρανῷ τε καὶ γῇ ταύτην εἴκασεν ἄν τις τὴν πόλιν εὐστόχως· τὸ μὲν γὰρ ἄνω τοὺς ἐν ἀρετῇ διαλάμποντας οἰκήτορας πρότερον ἔχον μέρος οὐρανοῦ σῶζον ἦν σχῆμα, τὸ κάτω δὲ καὶ πρὸς θάλατταν γῆς, εἴ τις δ' ἂν καὶ συνεκτικὰ εἴποι στύλους τῇ πόλει, οὐκ ἂν ἁμάρτοι. Ὢ πράγματος ξένου, ἔνθα πόνοι τῆς ἀσκητικῆς τοῦ παντὸς ἐτιμῶντο παλαίστρας, νυνὶ θεοστυγῇ διαπράττεται καὶ θεὸς ὑπερτίθεται τὴν ἐκδίκησιν! Ὦ θεοῦ ἀνοχή, πῶς τοιούτων ἠνέσχου; Βέλτιον ἂν ἦν τὴν γῆν διασχοῦσαν καλύψαι ἢ τοῦτον ταῦτα μετασκευασθῆναι τὸν τρόπον· κρεῖττον ἂν ἦν ἑνὶ τῆς γῆς ἀνατιναγμῷ ταυτὶ καταπεπτωκέναι καὶ μηδὲ λείψανα γοῦν ἐναπολελεῖφθαι τῷ τόπῳ· τότε γὰρ οὐ τοσοῦτο τὰς τῶν ὁρώντων ψυχὰς ἔδακνεν ἂν τὸ πάθος. Ἡμῖν μὲν καὶ τὸ εἰσιέναι ἔνδον τοῦ θυσιαστηρίου φοβερὸν εἶναι ἐδόκει καὶ μόνοις ἦν εἰσιτητὸν τοῖς τεταγμένοις ἐν τούτῳ, ψυχὴν καὶ σῶμα πρότερον σφίσι καθηραμένοις. Τὰ νῦν δὲ τοῖς βδελυροῖς, φεῦ, ἀνεῖται καὶ τῆς τοιαύτης οὐκ ἀπείργονται τόλμης καὶ οὔτε γῆ διίσταται καὶ τοὺς κατὰ θεοῦ χωροῦντας χωννύει, οὔθ' ἥλιος ἄνωθεν καταφλέγει ἢ οὐρανὸς σφοδρὸν ὑετὸν καταπέμπει καὶ καταδύει τἀνόμημα. Ὅπῃ νοῦ καὶ αἰσθήσεων νήψει θείων λογίων ᾔδετο μέλη καὶ συνᾴδοντες ἦσαν ἄνωθεν νόες, φωνῶν νῦν αἴρεται ἀσήμων κραυγὴ καὶ τὸ δαιμόνων ἐφήδεται φῦλον, σιγώσας ὁρῶν παννύχων ᾠδῶν ὑπηρέτιδας γλώττας. Οἴμοι! πῶς ἂν ἀδακρυτὶ τὴν τούτων μνήμην ἐνέγκοιμι; Ἔνθα ζῶν αὐτὸς ὁ καθ' ἡμᾶς δι' ἡμᾶς γενόμενος καθεωρᾶτο, δῆμός τε συνεστέλλετο βλέπειν ἀγγέλων, ἔργα τοῖς ἀντιθέοις παρανομίας τολμᾶται καὶ σκηπτοὶ οὐρανόθεν οὐ καταφέρονται. Ὢ τόπων θεῷ ἀφωσιωμένων, ἣν ἐπλουτεῖτε θείαν ἀφῄρεσθε χάριν καὶ τοῖς τολμηταῖς παρὰ φαῦλον λογίζεσθε. Ὤ, πῶς ὁ τῆς εὐημερίας ἡμῖν καιρὸς ἐπιθέσεως καὶ καταδρομῆς γέγονε καὶ καταλειφθέντες αἰσχύνη καὶ ὄνειδος γεγενήμεθα! Οἴχονται πανηγύρεις, οἴχονται θείων ἐκτυπωμάτων λαμ 76 πρότητες, ἀπόλωλε παρρησία, τὸ τῶν μοναχῶν ἀπελήλαται τάγμα καὶ πολιαὶ πρεσβυτέρων καὶ διακόνων σεμνότης ἐν τοῖς ἀτίμοις λογίζονται. Ἆρ' οὐκ ἀβίωτος ὁ βίος ἡμῶν ἐστὶ καὶ ἧττον τοῦ ζῆν τὸ θανεῖν ἐστὶ πικραῖς οὕτω βαλλομένοις καθ' ἑκάστην ὀδύναις; Ἤ πού γε πάντες ἄν μοι συμφθέγξαιντο, οἳ πάσχειν ἐν τοῖς τοιούτοις πεφύκεσαν. Ἠπόρησα οὖν πολλάκις κατ' ἐμαυτόν, ἀνθ' ὅτου ταῦτα καὶ πῶς εἰς τοσοῦτον ἥκομεν κακοπραγίας οἱ πεπονθότες καὶ εὗρον λύοντά μοι τὸν θεῖον λόγον τὴν ἀπορίαν, «ἔσται», λέγοντα, «ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔρημοι, ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς ἐμὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ»· ἔνθεν τοι καὶ τοῦ πλείω λέγειν ἀφέμενος τῷ σιγῆσαι τετίμηκα. Θεὸν γὰρ ἐξιλεοῦν ἀσύγγνωστα πταίσαντας καὶ μὴ μακρηγορεῖν κατ' ἐπίδειξιν χρή, ἡμεῖς γὰρ τῶν φύντων αἴτιοι, κατὰ τὸν εἰπόντα, τοιαῦτα σπέρματα καταβεβληκότες. Πᾶν τοιγαροῦν εὐσεβείας ὅσον καὶ δογμάτων ὀρθῶν τρόφιμον τῶν κατ' ἀρετήν, ὧν ἠμεληκότες ἐφάνημεν ἔργων, αὖθις ἐπιλαβέσθαι σπουδὴν εἰσενέγκαντες, θεοῦ τυχεῖν εὐμενοῦς ἔργοις, οἶς χαίρει, πᾶσι τρόποις ἀγωνισώμεθα, παλινῳδίαν ὡς ἂν ἐντεῦθεν ᾄσωμεν χαριέστατα.

Intertext edge

Open linked passage

Note