Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 10 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Οὕτω δὲ πανταχόθεν εὐθηνουμένη καὶ πλεονάζουσα, ταῖς τεχνικαῖς τε καλλυνομένη μεθόδοις καὶ ταῖς τῶν οἰκημάτων ὑπερηφανευομένη λαμπρότησιν, ἆρα ταῖς ἐκ νόμων παρατηρήσεσιν ἢ ταῖς περὶ τὸ πολίτευμα τάξεσιν ἢ ταῖς περὶ λόγους αὐχήσεσιν ἐφαίνετο τῶν ἄλλων ἐνδεῶς ἔχουσα; οὐμενοῦν· 10. 2 ἐσπουδάζετο γὰρ αὐτῇ γνῶσις ὡς ὀφθαλμοῖς βλέψις καὶ εὐνομία ὡς ζωῆς πραγματεία.
10.3.1
καὶ εἶδες ἂν περὶ μηδὲν ἄλλο τὴν νεάζουσαν τῶν παίδων κήραν σχολάζουσαν ἢ περὶ λόγους, ἐξ ὧν ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι.
10.4.1
τὰ δὲ περὶ τῆς ἁρμονίου μουσικῆς τῶν ᾀσμάτων, ἢ τῶν ᾀδόντων τὰ ψυχοτερπῆ μέλη καὶ τῶν τῷ θεῷ κεκληρωμένων σπουδάσματα πῶς τῷ λόγῳ σημανῶ;
10.5.1
πῶς δὲ τὴν τούτων διαγράψωμαι δήλωσιν; μέχρι γὰρ τοῦδε τοῦ διηγήματος οὐκ οἶδ' ὅπως τῇ ῥύμῃ τοῦ λόγου συναπαχθεὶς καὶ τῆς οἰκείας ὥσπερ ἰδιωτείας ἐπιλαθόμενος ἐπειρώμην μετρίως πως, καὶ ὡς οὐκ ἄν τις ἄλλος τῶν λίαν ἀμαθῶν καὶ ἀγροίκων, τῶν παρὰ τῆς σῆς ἀρετῆς αἰτηθέντων τὴν δήλωσιν διαγράφεσθαι· 10. 6 τὸ δ' ἀπὸ τούτου, καὶ μάλισθ' ὅτι τῆς εὐρύθμου τῶν ᾀσμάτων ἐμνήσθην ἡδυφωνίας, οὐκ οἶδα τίς γένωμαι ἢ ποῖ τῷ λόγῳ χωρήσω, ποῖον δὲ παραλείπω τῶν ἡδίστων ἐκείνων καὶ εὐτάκτων μελῳδημάτων, οἷς συνέψαλλον καὶ συνεόρταζον ἄνθρωποι ταῖς οὐρανίαις δυνάμεσιν.
10.7.1
εἰ γάρ τις τὴν μοῦσαν ἐκείνην, τὴν ἐκ παντὸς στόματος ὑφ' ἓν τῷ θεῷ ἀναπεμπομένην τοὺς ὕμνους ἐν ταῖς πανδήμοις συνάξεσι, τῷ ἤχῳ τῶν ἑορταζόντων ἀγγέλων, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, ἐξεικονίσαι θελήσειεν, οὐδὲν τοῦ δέοντος ἁμαρτήσεται.

Intertext edge

Open linked passage

Note