De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ναοὶ γάρ τινες παμμεγέθεις καὶ περικαλλεῖς τῇ ποικίλῃ διακοσμήσει, διὰ μέσου προβεβλημένοι τῆς πόλεως ὥσπερ τινὰ κοινὰ πρὸς τὸ θεῖον ἐξιλαστήρια, καὶ τούτων μάλιστα ὁ τῆς παντουργοῦ καὶ θείας τοῦ ὑπερουσίου λόγου σοφίας οἶκος, καὶ ὁ τῆς ἀειπαρθένου πανάγνου καὶ θεομήτορος, ἀλλὰ μὴν καὶ ὁ τοῦ προλεχθέντος πανενδόξου καὶ καλλινίκου μάρτυρος Δημητρίου, ἔνθα τοὺς θείους ἄθλους διήνυσε καὶ τὸ βραβεῖον τῆς νίκης ἐδέξατο, οἱ καὶ τὸν ἅπαντα δῆμον ταῖς κατὰ περίοδον ἐπανιούσαις τῶν ἑορτῶν ἡμέραις ἐν ἑαυτοῖς ἐκκλησιάζοντες, ἀνεκλάλητον εὐφροσύνην καὶ πνευματικὴν χαρμονὴν τοῖς συνιοῦσιν ἐβράβευον.
11.2.1
ἐκεκλήρωντο γὰρ ἐν ἑκάστῳ τούτων τάγματα ἱερέων, δι' ὧν ἡ μυστικὴ 11. 2 τελεῖται λατρεία, καὶ ἀναγνωστῶν συστήματα, δι' ὧν ἡ τῶν ᾀσμάτων σπουδάζεται ὑμνῳδία, ἀμοιβαδὸν τοὺς στίχους ἀλαλάζοντες, καὶ ταῖς χειρονομίαις τῶν μελῶν τὸν φθόγγον διατιθέντες, καὶ μεγάλην τινὰ καὶ ἀξιοθέατον χορείαν συνιστῶντες, τῷ τε εἴδει τῆς ἀστραπτούσης στολῆς τὰς τῶν ὁρώντων θέλγοντες ὄψεις, καὶ τῇ τεχνωμένῃ τῶν ψαλμῶν λύρᾳ τὴν ἀκοὴν κατατέρποντες.
11.3.1
τί γὰρ ἦν πρὸς τοῦτον τὸν ὕμνον ὁ μυθικὸς Ὀρφεὺς ἢ ἡ Ὁμηρικὴ μοῦσα ἢ τὰ τῶν Σειρήνων ληρήματα, τῷ ψεύδει τῶν πλασμάτων ἀναγραφόμενα, οἷς λόγος μὲν ἐπαίνων οὐδεὶς ἀληθής, φῆμαι δὲ ψευδεῖς τοὺς ἀνθρώπους πλανῶσαι καὶ πρὸς ἀπάτην ἀνδραποδίζουσαι.
11.4.1
μάτην οὖν ἐν τούτοις ἐψευδοκτύπησαν Ἕλληνες, τὴν ἀληθῆ γνῶσιν τῶν πραγμάτων ἀφῃρημένοι καὶ ταῖς κενολογίαις τῆς αὐτῶν δεισιδαιμονίας καθ' ἑαυτῶν ὁπλισάμενοι.
11.5.1
ἡμῖν δὲ καὶ τὸ σεβαζόμενον ἦν ἀληθὲς καὶ αὐτὸ δὲ τὸ ὑμνούμενον.