De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ἔνθα δή μοι καὶ θάμβος ἐπέρχεται καὶ φρίκη καὶ ἔκπληξις, ὅταν κατὰ νοῦν λάβω πῶς ὁ τοιοῦτος καὶ τοσοῦτος ὕμνος, ὁ μήπω τινὶ τῶν ἄλλων προφερομένων θυσιῶν τῷ μεγέθει ἐξομοιούμενος, ἀθρόον οὕτως ἐσίγησε καὶ εἰς οὐδὲν ἐλογίσθη καὶ ὡς ὄναρ ὑπανεχώρησε.
12.2.1
πλήν γε τοῦτο λογίζομαι, ὅτι ἐν ἁμαρτίαις ὄντες τὰ θεῖα κατὰ τὸν ψαλμῳδὸν ἐδιηγούμεθα δικαιώματα, καὶ τὸ μοχθηρὸν ἡμῶν τῶν τρόπων ἀδόκιμον τὸ περιφανὲς τοῦτο καὶ σεβάσμιον ἀπειργάσατο, ἀνάξιον κρίναντος τοῦ θεοῦ βεβήλοις καὶ ἐναγέσι χείλεσιν ὑμνεῖσθαί τε καὶ γεραίρεσθαι.
12.3.1
μέχρι γὰρ τίνος τὴν ἀληθῆ αἰτίαν τοῦ πάντα κίνδυνον ἐπενεχθῆναι ἡμῖν εἰς μέσον οὐ παριστῶμεν, ἵν' ἔχωσι γνῶναι διὰ τοῦ καθ' ἡμᾶς ὑποδείγματος οἱ μετέπειτα ὅπως δεῖ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἑαυτοὺς ὑπεράνω παντὸς ὀλέθρου διατηρεῖν, ἵνα μὴ τοῖς ὁμοίοις ἡμῶν τῆς κακίας ὑπολισθαίνοντες πλημμελήμασι τὴν θείαν ἀγανάκτησιν ἐφ' ἑαυτοὺς ἐπισπῶνται.
12.4.1
οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν τῆς μεγάλης ἀπειλῆς ἐκείνης, ἧς καὶ μεμνημένος ἐξίσταμαι, διὰ πείρας γεγόναμεν, ἀλλ' ἢ διὰ μοχθηρᾶς καὶ κακῆς προαιρέσεως, 12. 5 εἴτε διὰ τὸ παρηλλαγμένον καὶ διάφορον τῆς τε πολιτείας καὶ τῶν ἠθῶν, τῶν συνεισρεόντων τῇ πόλει ἀνθρώπων ἐκ παντὸς ἔθνους καὶ τόπου ἄλλων ἄλλο τι συνεισφερόντων κακὸν καὶ τούτου τῷ πλησίον μεταδιδόντων 12. 6 (καὶ γὰρ δι' ἣν εἴπομεν ἄφθονον τῶν χρειῶν χορηγίαν οἱ τῶν πλησίον χωρῶν καὶ πόλεων ἄνθρωποι ἐν ταύτῃ τὴν οἴκησιν μετηλλάττοντο, καὶ μάλισθ' ὅσοι ταῖς ἤδη προαλωθείσαις νήσοις ἐκ τῆς τῶν δυσωνύμων Ἀγαρηνῶν ἐπιδρομῆς ὑπελείφθησαν, ἐπὶ τήνδε προσέφευγον, μηδεμίαν, ὡς ὑπελάμβανον, ἐν αὐτῇ πολεμίων φροντίδα τοῦ λοιποῦ ποιησόμενοι), 12. 7 εἴτε δὲ πάλιν διὰ τὸ ἀνειμένον τῆς τρυφῆς καὶ ἀφρόντιστον καὶ πρὸς πᾶσαν ἡδονὴν ποικίλον τῆς χρείας καὶ ἐπιτήδειον ὥσπερ τινὰ λήθην πεπόνθαμεν τοῦ θεοῦ, μακράν τινα καὶ ἀδιεξόδευτον πλανώμενοι πλάνην, καὶ καθώς φησιν ὁ ἀπόστολος, ἕκαστος ταῖς ἰδίαις ἐπιθυμίαις ἐπορευόμεθα, ἀδεῶς κατὰ πάσης ἁμαρτίας χωροῦντες καὶ τῆς πρὸς ἀρετὴν ἀγούσης μηδεμίαν ποιούμενοι ἐπιμέλειαν.