Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 13 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Ποῖον γὰρ εἶδος κακίας, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν ἡμῖν οὐκ ἐπράττετο; πορνεῖαι, μοιχεῖαι, ἀκαθαρσίαι, μίση, ψεύδη, κλοπαί, ἔριδες, φιλονεικίαι, λοιδορίαι, θυμοί, πλεονεξίαι, ἀδικίαι· καὶ ὁ ἀρχηγὸς τῶν κακῶν φθόνος κοινὸν ἐμμελέτημα καθ' ἑκάστην καὶ ἀγοραῖον ἦν.
13.2.1
οὐ γὰρ ὅστις ἡμῶν τῷ πλησίον πράξει καλῶς διὰ σπουδῆς εἶχεν, ἀλλ' ὅστις αὐτῷ τῶν ἀβουλήτων ἐπενεγκεῖν τι φρενοβλαβῶς ἐτεκταίνετο· 13. 3 οὐδ' ὅστις ἐκ τοῦ οἰκείου μεταδοῦναι τῷ χρῄζοντι τὸ συμπαθὲς πληρῶν ἐβεβούλητο, ἀλλ' ὅστις ἐκ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον πλεονάσαι πρὸς τὸν ὁμόφυλον διεμάχετο, κατ' ἀλλήλων εἰρωνευόμενοι, ἀλλήλους πλήττοντες, ἀλλήλους ἐνδιαβάλλοντες, πᾶν ὁτιοῦν κακὸν ἐν ἑαυτοῖς ἐξευρίσκοντες, ὀρφανοὺς ἄγχοντες, ὁρίοις χηρῶν ἐπεμβαίνοντες, ἔχθρας συνάπτοντες, δόλους συρράπτοντες.
13.4.1
καὶ τί δὴ τὸ τέλος τούτων ἁπάντων; ὀκνῶ μὲν τὴν γλῶτταν τῷ μεγέθει τῶν πραγμάτων ἐπαφιέναι, καὶ οὐκ ἂν ἠνεσχόμην τῶν ἀλγεινῶν ἐκείνων ὧν ἤδη πεπόνθαμεν καὶ πάλιν ἐπιμνησθῆναι.
13.5.1
ἀλλ' ἐπειδὴ τῶν τοιούτων διηγημάτων οὐκ ἔστιν ὅπως ὑπεκκλῖναι τὴν μνήμην, δι' ὧν τῷ βίῳ καινόν τι καὶ φοβερὸν ὑπελείφθημεν ἄκουσμα, λέξων ἔρχομαι τοῦ κινδύνου τὸ μέγεθος, ἵν' εἰδῇς καὶ αὐτὸς ὁποῖα τῆς ἁμαρτίας εἰσὶ τὰ ὀψώνια.
13.6.1
ἐν ὅσῳ γὰρ ἐτρυφῶμεν, ἐν ὅσῳ ἐσπαταλῶμεν καὶ πᾶσιν ἀτόποις διεζῶμεν ἐπιτηδεύμασιν, ὅτε κατὰ τὸ ψαλμικῶς ᾀσθὲν πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, τότε τῆς φοβερᾶς ἐκείνης ἐπειράθημεν ἀπειλῆς, μᾶλλον δὲ καταστροφῆς, ἵν' οἰκειότερον εἴπω, ἢ δικαίας ἀνταποδόσεως.

Intertext edge

Open linked passage

Note