Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 14 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
Καὶ σκόπει κἀνταῦθα τοῦ θεοῦ τὸ φιλάνθρωπον, τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.
14.2.1
εἰδὼς γὰρ τὸ ἀκάθεκτον καὶ μοχθηρὸν τῆς γνώμης ἡμῶν καὶ ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια ἡμῶν ἐπὶ τὰ πονηρά, τί μηχανᾶται πρὸς τὸ τὴν ὁρμὴν ἐπισχεῖν τῆς κακίας καὶ ἐπιστροφῆς ἡμῖν ἐμβαλεῖν αἰτίας;
14.3.1
πρῶτον μὲν τὴν ἤδη λεχθεῖσαν γείτονα πόλιν, τὴν Βέρροιαν λέγω, ἐπικατασεισθῆναι πεποίηκε τοῖς περιοίκοις ὡς πολλοὺς τῶν ἐκεῖσε συλληφθέντων ἐξαναλῶσαι, τί διοικούμενος ἐκ τούτου;
14.4.1
ἵν' ἡμεῖς πάντας τῶν ἑτέροις ἀπειλουμένων τὴν αἴσθησιν λαβόντες, τῶν ἰδίων κακῶν ἀποχὴν κἂν ὀψὲ γοῦν ποιησώμεθα καὶ πρὸς ἀρετὴν τὰς πράξεις ἰθύνωμεν.
14.5.1
εἶτα ἐπειδὴ τούτου γενομένου οὐκ ἐνεδώκαμεν τῆς κρατούσης ἐν ἡμῖν παλαιᾶς συνηθείας, ἐφ' ἕτερον εἶδος μηχανῆς μεταβαίνει, τὴν καὶ ἡμῖν αὐτοῖς ἔσεσθαι μέλλουσαν ἀμεταμέλητα πράττουσι συμφορὰν ἐν ἄλλοις προϋποδείξας.
14.6.1
Δημητριὰς γὰρ οὕτω καλουμένη τῆς Ἑλλάδος ἑτέρα πόλις, οὐ μακρὰν ἡμῶν ἀπῳκισμένη, πολλῷ πλήθει τῶν οἰκητόρων καὶ τοῖς ἄλλοις οἷς μέγα καυχῶνται πόλεις τῶν ἔγγιστα ὑπεραιρομένη, οὐ πρὸ πολλοῦ τῆς ἡμῶν ἁλώσεως ἔργον ἐγένετο τῶν βαρβάρων.
14.7.1
πολιορκηθεῖσα γὰρ ὡς μικροῦ δεῖν πάντας τῶν ὑπ' αὐτὴν ἐν μαχαίρᾳ πεσεῖν, οὐδὲν ἕτερον παρεῖχε νοεῖν ἢ τοῖς κακοῖς ἡμᾶς ἐπιμένοντας τὴν ὁμοίαν πεῖραν τῶν πραγμάτων ἐκδέχεσθαι καὶ καθάπερ εἰς ἔμψυχον στήλην ἐν αὐτῇ τὰ κεχρεωστημένα ἡμῖν ἀναγινώσκειν παθήματα.

Intertext edge

Open linked passage

Note