De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Ἀλλὰ μηδεὶς ἀποφαινόμενόν με οἰέσθω ταῦτα λέγοντα ὅτι δι' ἡμᾶς αἱ πόλεις αὗται τῶν φοβερῶν τὴν πεῖραν ἐδέξαντο. ὠφείλετο γὰρ αὐταῖς, ὡς οἶμαι, καὶ δι' οἰκείαν μοχθηρίαν ὁ κίνδυνος, ὡς καὶ ἡμῖν μετ' ἐκείνας, ἀξίας τῶν ἡμαρτημένων ἑκάστῳ τὰς τιμωρίας ἐπάγοντος τοῦ θεοῦ.
15.2.1
ἀλλ' ἐν τούτοις καὶ ἡμᾶς οὐ τὴν τυχοῦσαν ἀφορμὴν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς καὶ σωτηρίας εὔκολον ἦν ἐξευρεῖν, τὴν ἐκείνων καταστροφὴν οἰκείαν ἀσφάλειαν ποιουμένους.
15.3.1
ὅμως ἐπειδὴ τὸν νοῦν ἡμῶν εἶδεν ὁ τὰς καρδίας ἐρευνῶν πάσῃ σπουδῇ τῆς ἐπ' ἀπωλείᾳ ἀγούσης ἐχόμενον, μηδεμίαν δὲ τῶν σωτηρίων ἐντολῶν καὶ παιδευτικῶν ἐνεργειῶν ὑπολειφθεῖσαν, ἐξ ὧν αἰσθητικὴ καὶ νήφουσα ψυχὴ τὸ καλὸν μεταμανθάνει, διαφεύγουσα τῶν χειρόνων τὰς πράξεις, δι' ἃς ἐπέρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὥς φησιν ὁ ἀπόστολος, ἔδει δὲ τὴν κακίαν ἐκτριβῆναι, ἵνα μὴ τῇ ἐπὶ πλεῖον προόδῳ καὶ ἑτέρους λυμαίνοιτο, 15. 4 διὰ τοῦτο ἀφῆκεν ἡμῖν ἐπενεχθῆναι τὴν φοβερὰν ἐκείνην καὶ φρικώδη πληγήν, ἵν' ὅπερ ἄλλων πασχόντων ἡμεῖς οὐκ ἐδιδασκόμεθα, τοῦτο ἡμεῖς παθόντες ἄλλοις ὑπόδειγμα ποιησώμεθα.