Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 16 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.1
Ἀλλὰ τί δεῖ μακρολογεῖν; καιρὸς γὰρ ἤδη τῶν καιρίων διηγημάτων ἐφάψασθαι, καὶ ὅπως τὴν ὀδυνηρὰν ἐκείνην πολιορκίαν ὑπέστημεν παραστῆσαι τῷ λόγῳ, ὡς εἶναι τοῖς μετέπειτα νουθεσίας ὑπόθεσιν καὶ ἐναργοῦς διδασκαλίας παραίνεσιν.
16.2.1
ἐν τούτοις γὰρ ὄντων ἡμῶν ἧκέ τις ταχυδρόμος ἄγγελος ἀπὸ τοῦ κρατοῦντος τὰ τῶν Ῥωμαίων σκῆπτρα, Λέοντος τοῦ φιλευσεβοῦς ἄνακτος, τὴν ἔφοδον τῶν βαρβάρων, λέγω δὴ τῶν δυσωνύμων Ἀγαρηνῶν, καταμηνύων καὶ ὡς τάχος ὁπλίζεσθαι καὶ πρὸς τὴν μάχην ἡμᾶς συσκευάζεσθαι, πρόσφυγάς τινας ἀπ' αὐτῶν ἐκείνων τῶν βαρβάρων ἀφῖχθαι λέγων, καὶ τὴν βουλὴν αὐτῶν, ἥτις ἐστί, προειπόντας τῷ βασιλεῖ, καὶ ὅτι πᾶσαν τὴν ὁρμὴν ἐπὶ τήνδε πεποίηνται, ὑπὸ πολλῶν ἤδη τῶν ὑπ' αὐτῶν προχειρωθέντων βεβαιωθέντες ὡς ἀτείχιστός ἐστιν ἐκ τοῦ πρὸς θάλασσαν μέρους καὶ ταῖς ἀπὸ τῶν νηῶν μάχαις εὐεπιχείρητος.
16.3.1
ταύτης οὖν ἀγγελθείσης τῆς πονηρᾶς ἀγγελίας, θροῦς μὲν ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν καὶ φόβος καὶ τάραχος, ἀσυνήθους πράγματος καὶ φοβεροῦ ταῖς ἀκοαῖς ἡμῶν ἐν ἀρχαῖς προσπεσόντος, ἐβουλευσάμεθα δ' ὅμως τὴν οἰκείαν περιποιήσασθαι σωτηρίαν, καὶ ὅσα πρὸς τὴν τῶν ἐναντίων ἄμυναν καταρτίζειν, καὶ πρὸς τὸν κατ' αὐτῶν πόλεμον διεγείρεσθαι.
16.4.1
πλὴν ἔκαμνε μὲν ὁ λογισμὸς ἑκάστου καὶ ταῖς ἄλλαις μερίμναις τῆς ἀπειρίας τοῦ μάχεσθαι, μήπω τοῦ πράγματος ὢν ἐν πείρᾳ, μηδ' ὅπως τὴν ἀρχὴν λαμβάνει δεδιδαγμένος· 16. 5 πλέον δὲ τὸ μὴ ἐπιτήδειον εἶναι τὸ τεῖχος ἔνθα καὶ τὴν προσβολὴν ἐσκοποῦμεν, τὰς ἁπάντων ψυχὰς κατεβύθιζε.
16.6.1
καὶ γὰρ ἦν ὡς ἀληθῶς ὕποπτον, οὐ μόνον τοῖς ἀπειροπολέμοις καὶ ἀόπλοις ἡμῖν, ἀλλ' ἤδη καὶ αὐτοῖς τοῖς γεγυμνασμένοις καὶ προαποκειμένας ἔχουσι τὰς τῶν τοιούτων πραγμάτων αἰτίας.

Intertext edge

Open linked passage

Note