Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 17 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Ἐβουλευσάμεθα δ' οὖν, εἴ τι καὶ δέοι πράττειν, ἐν αὐτῷ πράττειν τῷ τείχει καὶ πρώτης ἔχεσθαι τῆς αὐτοῦ ἀσφαλείας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσεως.
17.2.1
οὐ συνεβούλευε δ' ἡμῖν τοῦτο τέως ὁ ταύτην ἡμῖν τὴν ἀγγελίαν πρὸς τοῦ βασιλέως κομίσας (Πετρωνᾶς δὲ οὗτος ἐκαλεῖτο, τῷ καταλόγῳ τῶν πρωτοσπαθαρίων ἐναριθμούμενος, ὃς ἦν ἐπιτετραμμένος ἐγχρονίσαι μικρὸν τῇ πόλει καί τινος αὐτῇ μεταδοῦναι βοηθείας καὶ δεούσης ἐν τοῖς πράγμασι συνεργείας), ἄλλην δέ τινα σοφωτάτην ἔλεγεν ἐξευρεῖν ἐπίνοιαν, ὡς λίαν ἐνεργῆ καὶ σωτήριον, εἰ μὴ καὶ ταύτης αἱ προοδοποιοῦσαι τὴν καθ' ἡμῶν ἀπώλειαν ἁμαρτίαι ἀναίρεσιν καθυπέβαλον.
17.3.1
ἐλλόγιμος γὰρ ὢν ὁ ἀνὴρ καὶ πολλὴν πραγμάτων ἐσχηκὼς πεῖραν, καθ' ἑαυτὸν συνιδὼν ὡς εἰ θελήσοι τοῦ τείχους τῆς οἰκοδομῆς ἐπιμεληθῆναι, καὶ κόπους παρέξει τῇ πόλει καὶ πλέον οὐδὲν τῶν πρὸ αὐτοῦ περὶ τούτου φροντισάντων ὀνήσειεν, ἐφ' ἕτερον εἶδος ἀσφαλείας (καὶ σκόπει πῶς εὐφυὲς καὶ ἁρμόδιον) τὸν νοῦν μετηγάγετο.
17.4.1
εἰδὼς γὰρ ὡς ἅπαν περικλύζεται τὸ κατὰ νότον μέρος τῆς πόλεως ἀπὸ τῶν θαλασσίων ὑδάτων, ἐκεῖθεν δὲ προσπίπτοντος τοῦ πολέμου εὐχερῶς ἔχειν τοὺς βαρβάρους πᾶν ὁτιοῦν βούλοιντ' ἂν ἐν αὐτῷ διαπράξασθαι, μηδενὸς κωλύοντος αὐτοὺς ὑπεράνω τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους διὰ τὸ πρόσγειον καὶ χθαμαλωτάτην εἶναι τάς τε νῆας μᾶλλον ὑπερανέχειν ἐκ τοῦ κατὰ πρύμναν μέρους, καὶ ἀπὸ μετεώρου δύνασθαι τοὺς ἐν ταῖς ἐπάλξεσιν ὄντας κατατιτρώσκειν, 17. 5 ἐβουλεύσατο φραγμόν τινα καὶ τετεχνημένην ἐνέδραν ἐν αὐτοῖς ἐγκρύψαι τοῖς ὕδασιν, ὡς ἂν καὶ τῇ πόλει τὸ ἀσφαλὲς καὶ τοῖς ἐχθροῖς ἐμπόδιον κατ' αὐτὸ γένηται.
17.6.1
πολλοὶ γὰρ ἦσαν ἐκ μονολίθου γεγλυμμένοι τύμβοι κατά τε τὸ πρὸς ἀνατολὴν καὶ δύσιν μέρος τῆς πόλεως, ἐν οἷς πάλαι τοὺς ἑαυτῶν νεκροὺς οἱ τήνδε κατοικοῦντες ἐνεταφίαζον Ἕλληνες· 17. 7 οὓς καὶ συνάγων καί τινι παραδόξῳ μεθόδῳ, ἣν αὐτὸς μόνος ἐξεῦρε, τῇ θαλάσσῃ βυθίζων, καὶ ὡς ἀπὸ μικροῦ τινος διαστήματος στοιχηδὸν τούτους τοῖς ὕδασιν ὑποκρύβων, θαλάσσιόν τε καὶ ξένον ἔρυμα καὶ τοῦ πρὸς ὕψος τῇ χέρσῳ προβεβλημένου τείχους ὀχυρώτερόν τε καὶ ἀσφαλέστερον τῇ ἀληθείᾳ κατετεχνάζετο.
17.8.1
καὶ δὴ καὶ εἰς ἔργον ἂν ἐξέβη πᾶσαν ἀσφάλειαν τῇ πόλει περιποιούμενον, ὡς μηδὲ δύνασθαι τὰς νῆας πλησιάσαι τὸ παράπαν καὶ τῆς ἑαυτῶν μεταδοῦναι βλάβης, εἰ μὴ καὶ τοῦτο διὰ τὴν μοχθηρίαν ἡμῶν ἐκωλύθη καὶ εἰς οὐδὲν προεχώρησεν.

Intertext edge

Open linked passage

Note