Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 18 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ἤδη γὰρ περὶ τὰ μέσα που τοῦ κινδυνώδους τόπου πεφθακότος τοῦ τοιούτου διαποντίου φραγμοῦ καὶ πᾶσαν ἡμῶν ὑπόνοιαν ἐπίφοβον καὶ πονηρὰν ὑποτέμνοντος, ἧκέ τις ἕτερος, καὶ αὐτὸς πρὸς τοῦ βασιλέως πεμφθείς, τὸν εἰς τοῦτο ταχθέντα Πετρωνᾶν σπουδαίως μεταπεμπόμενος καὶ τὴν φροντίδα πᾶσαν τῆς πόλεως εἰς ἑαυτὸν μετατιθείς· 18. 2 Λέων δὲ οὗτος ἐκαλεῖτο, πάσης τῆς περιχώρου προχειρισθεὶς στρατηγὸς καὶ πᾶσαν ἐπιμέλειαν τῶν πρὸς τὴν μάχην εὐτρεπιζομένων πραγμάτων ἀναδεξάμενος.
18.3.1
ᾧ καὶ ἔδοξε τὴν τοῦ ἔργου τούτου σχολάσαι τέως φροντίδα καὶ τοῦ τείχους τὴν οἰκοδομὴν ἐξανύεσθαι.
18.4.1
ἅμα γὰρ ἧκε, καὶ μεθίστησιν εὐθὺς τὸν δῆμον ἅπαντα τὸν εἰς τοῦτο τεταγμένον πρὸς τὸ τὰς χρειώδεις ὕλας τοῖς τεχνίταις ἐπικομίζειν, ὡς ἂν τῇ πολυχειρίᾳ τυχὸν καὶ τῇ τῶν δεόντων δαψιλεῖ χορηγίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἄγοιτο. ἤδη μὲν οὖν πάλιν τὰ τῆς οἰκοδομῆς ἦν ἐνεργῆ.
18.5.1
ἀλλ' ὅσον ἐδόκει τὸ πρὸς ὕψος ἐγειρόμενον τοῦ τείχους τὴν τῶν ἐναντίων ἀπείργειν κακόνοιαν, τοσοῦτον ἐφαίνετο τὸ λεῖπον τοῖς πολίταις ἡμῖν παντὸς κινδύνου καθυπεμφαῖνον ὑπόνοιαν.
18.6.1
οὔτε γὰρ ἅπαν διορθωθῆναι δυνατῶς εἶχε πολλῷ μήκει διατεινόμενον πρὸς τὸ μηκέτι τὴν ἐξ αὐτοῦ συμφορὰν ἡμᾶς ὑποπτεύειν, καὶ ὁ χρόνος τὴν τῶν πολεμίων ἔφοδον ἐφεστάναι προεμαρτύρατο μήπω τοῦ μέσου χώρου τῆς οἰκοδομῆς ἁψαμένης, ἐξ οὗ καὶ τὴν βλάβην ὑποπτευόμεθα.
18.7.1
ἀγγελίαι γὰρ τῶν προτέρων φοβερώτεραι καὶ συχνότεραι τὰς ἁπάντων ἡμῶν ἀκοὰς περιεθρύλλουν, καὶ τοὺς βαρβάρους ἐγγίζειν ἤδη τὸ πλεῖστον τοῦ πλοὸς διανύσαντας.
18.8.1
οὐκ ἦν γὰρ ὅπου καὶ πρὸς μικρὸν αὐτοὺς ἐμβραδῦναι, διὰ τὸ τὰς πλείονας νήσους ὑπ' αὐτῶν προεκπορθηθῆναι, καὶ τὰς πρὸς θάλασσαν ἐχούσας πόλεις τὴν οἴκησιν τῇ καταπλήξει μόνῃ τῆς ἀκοῆς αὐτῶν πρὸς φυγὴν ἐκτραπῆναι, καὶ μηδὲν ὑπάρχειν ὃ τὴν ὁρμὴν αὐτῶν ἢ τὴν τῶν ὅπλων συνέχειαν ἐξαρκεῖν ὑπομεῖναι.
18.9.1
τέτταρας γὰρ ὁμοῦ καὶ πεντήκοντα τὰς βαρβαρικὰς εἶναι προέλεγον νῆας, οὐδὲν ἧττον πόλεως ἑκάστης αὐτῶν τῷ μεγέθει καὶ ταῖς ἄλλαις κατασκευαῖς τυγχανούσης, ἐν αἷς ἦν παμμιγής τις ὄχλος ἀπονενοημένων καὶ μανιωδῶν, τῶν τε τὴν Συρίαν οἰκούντων Ἰσμαηλιτῶν καὶ τῶν ὁμορούντων Αἰγυπτίοις Αἰθιόπων, πάντων αἱμοβόρων καὶ θηριογνωμόνων ἀνθρώπων, πολλὴν τὴν ἐν τοῖς φόνοις ἐπιστήμην ἐξησκημένων καὶ ταῖς λῃστρικαῖς ἐπινοίαις τὰς σφαγὰς ἐμμελετησάντων, ὡς μὴ δύνασθαί τινα κἂν ἀκοῇ τὴν τούτων ἐκδέξασθαι πεῖραν, ἀλλὰ σπεύδειν ἕκαστον ὑποχωρεῖν τῆς ἐνεγκαμένης, κρεῖττον ἡγούμενον τὴν μετὰ θηρῶν ἀγρίων ἐν τοῖς ὄρεσιν οἴκησιν ἢ τὸ ὑπ' αὐτῶν ληφθῆναι καὶ πολυώδυνον ἀπενέγκασθαι θάνατον.

Intertext edge

Open linked passage

Note