Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 19 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Πλὴν ἐν τούτοις τούτων ἐχόντων πάλιν φοβερώτερός τις τῶν ἤδη λεχθέντων ἐλήλυθεν ἄγγελος, τῶν βαρβάρων τὴν ἔφοδον πλησιέστερον οὖσαν ἅπασι προδηλῶν.
19.2.1
Νικήτας δὲ οὗτος ἐκαλεῖτο, στρατηγὸς τὴν ἀξίαν καὶ τὴν ἐν τοῖς βουλεύμασιν εὐταξίαν.
19.3.1
οὗτος ἐλθὼν συνεπαμῦναι τῇ πόλει κατηγγυᾶτο (εἰς τοῦτο γὰρ ἔλεγεν ἀφῖχθαι), καὶ εἴ τι δέοι πράττειν, ἑτοίμως ἔχειν καθυπετίθετο.
19.4.1
πλὴν ὅτι συνέβη 19. 4 τι καὶ τοιοῦτον γενέσθαι μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων ἐξ ἐπινοίας τοῦ σκανδαλουργοῦ καὶ πονηροτάτου δαίμονος.
19.5.1
ὁ γὰρ ἤδη λεχθεὶς στρατηγὸς τούτῳ δὴ τῷ νεωστὶ παραγενομένῳ Νικήτᾳ αὐτοῦ που περὶ τὴν οἰκοδομὴν τοῦ τείχους κατ' ἀρχὰς ἐντυχὼν ἵππῳ ἐφεζόμενος, ὡς τὴν συνήθη πρὸς τὸν φίλον ἔδοξεν ἐκπληρῶσαι τῷ ἀσπασμῷ προσηγορίαν, καὶ αὐτὸν ἵππῳ ἐγκαθεζόμενον, τοῦ ῥυτῆρος ἀμελήσας δεινόν τι πέπονθε πρᾶγμα καὶ πολλῶν δακρύων ἐπάξιον.
19.6.1
ἐκταραχθέντες οἱ ἵπποι, καὶ πλέον οὗτος ἐφ' ὃν ὁ στρατηγὸς κεκαθίκει, τῇ φυσικῇ μανίᾳ πληγεὶς τόν τε αὐχένα σιμώσας καὶ τὴν κόμην φρίξας, ὄρθιον ἀρθεὶς τῆς ἕδρας αὐτὸν ἀπεβάλετο, καὶ ἐκ τοῦ πρὸς οὐρὰν κυβιστήσας καὶ πρὸς τοὔδαφος ῥιφεὶς τὸν δεξιόν τε μηρὸν καὶ τὰ πρὸς τὴν κοτύλην μέλη θλασθεὶς ἐλεεινὸς ἦν καὶ αὐτῆς τῆς ζωῆς ἀπειπών· 19. 7 ὃν οἱ τῆς στρατιωτικῆς τάξεως δορυφόροι παραχρῆμα ταῖς χερσὶν ἀνελόμενοι ἀπῆγον οἴκαδε, μηδὲν ὡς εἰκὸς περὶ τῶν προκειμένων πραγμάτων τοῦ λοιποῦ φροντιούμενον.
19.8.1
ἔκειτο δὴ οὖν ὁ ἀνὴρ ὀδύναις ἀφορήτοις βληθείς, οὐκ ἔχων ᾧτινι πρῶτον τὸν νοῦν ἐπαφήσει.
19.9.1
εἷλκε μὲν γὰρ αὐτὸν ἡ φροντὶς τοῦ προσδοκωμένου κινδύνου, πῶς καὶ τίνα τρόπον περισώσει τὴν πόλιν ἐκ τῆς ἐπιδρομῆς τῶν βαρβάρων· 19. 10 ἀνθεῖλκε δὲ τοῦτον πρὸς ἑαυτὸν πλέον ἡ δριμεῖα ὀδύνη καὶ τὸ θάνατον ἀπειλεῖν τῶν πληγέντων μελῶν τὸ πάθος, καὶ ἀνέπειθε μηδὲν ἕτερον προτιμᾶν τῆς ἑαυτοῦ σωτηρίας.
19.11.1
καὶ οὕτως ἐν μεθορίῳ δύο χαλεπῶν κείμενος καὶ ἐξ ἑκατέρου νικώμενος πρὸς πᾶσαν ἐνέργειαν ἦν τῶν δεόντων ἀνεπιτήδειος.
19.12.1
πλὴν διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ πύργους τινὰς ξυλοσυνθέτους τῷ διερρυηκότι μέρει τοῦ τείχους ἡμεῖς δομησάμενοί τε καὶ προσπελάσαντες ὀλίγην τινὰ παρέσχομεν ἑαυτοῖς χρηστῆς ἐλπίδος ἀναψυχήν, ὡς δῆθεν ἀφ' ὕψους τοὺς ἀπὸ τῆς θαλάσσης ἐρχομένους ἀπείργειν καὶ μὴ παραχωρεῖν αὐτοῖς πλησίον ἰέναι τοῦ τείχους καὶ τὰς κακοβουλίας αὐτῶν ἐνεργεῖν.
19.13.1
ταῦτα δὲ σπευδόντων ἦν ἐφευρέματα, τῆς ἀνάγκης τοῦ φόβου τὰς ἐπινοίας τῶν ματαίων ὑποβαλούσης, εἰ καὶ ὅτι, καθώς τις ἔφη σοφός, εὐμήχανόν ἐστιν ἅπαν τὸ πιεζόμενον.
19.14.1
οὐκ ἦν γὰρ ὅστις ἐν ἡμῖν βεβαίως κατὰ τοῦ μέλλοντος σκέψεται ἢ τῆς τῶν ἐλπιζομένων ἐκβάσεως.

Intertext edge

Open linked passage

Note