Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 20 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Ὅμως ἐπειδὴ τοῦ στρατηγοῦ πληγέντος ἡ περὶ ἡμῶν ἅπασα φροντὶς εἰς τὸν ῥηθέντα μετῄει Νικήταν, ἤρχετο καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ τὸ κατὰ δύναμιν ἐπιδείκνυσθαι, ἔλεγε δὲ καὶ τῶν πλησιοχώρων Σκλαβήνων, τῶν τε ὑφ' ἡμᾶς τελούντων καὶ τῶν ὑπὸ τὸν στρατηγὸν Στρυμόνος, πλῆθος πολὺ προστετάχθαι συνελάσαι τῇ πόλει, τῆς τοξικῆς ἐμπείρων, ὡς ἂν μηδ' ἡμεῖς τυχὸν εὑρεθῶμεν τῆς τῶν ἐναντίων ἐνδέοντες πανοπλίας, ἀλλ' ἔχωμεν οἷς τὴν πρώτην αὐτῶν ἀποκρουσόμεθα προσβολήν.
20.2.1
ὃ καὶ εἰς ἔργον ἄγειν προεθυμεῖτο· 20. 3 ἐπιστολὰς γὰρ χαράξας διὰ πάσης ἐξέπεμψε τῆς περιχώρου, ἥκειν τὸ τάχος πρὸς ἡμᾶς τοὺς ἀμφὶ τοὺς Σκλαβήνους κατεπισπεύδων, ἕκαστον αὐτῶν ὡς οἷόν τε ἦν ὁπλισάμενον.
20.4.1
ἐξ οὗ δὴ καὶ συνέρρεον ὀλίγοι μέν τινες ἀφελεῖς, οὐχ ὅσοι δὲ τὴν χρείαν ἐπλήρουν, ἀλλὰ καὶ λίαν εὐαρίθμητοι καὶ πρὸς τὴν μάχην παντελῶς ἀπαράσκευοι.
20.5.1
τοῦτο δὲ συνέβαινεν ἐκ τοῦ σκαιούς τινας εἶναι καὶ πονηροτάτους τοὺς ἐμπεπιστευμένους αὐτοὺς ἄρχοντας, τὸ οἰκεῖον μᾶλλον συμφέρον ἤπερ τὸ τοῦ κοινοῦ σκοποῦντας καὶ τῷ πλησίον ἐξ ἔθους ὄντας ἐπιβουλεύεσθαι δωροληψίαις τε ἐπιμαινομένους καὶ μηδὲν ἄλλο προτιμᾶν τῆς τούτου ἐμμελετήσαντας κτήσεως.
20.6.1
καὶ δὶς γὰρ καὶ τρὶς καὶ πολλάκις διὰ γραμμάτων ἐκφοβεῖν πειρωμένου τοῦ προλεχθέντος Νικήτα τὸν στρατηγὸν Στρυμόνος καὶ τῆς βραδυτῆτος αὐτὸν καταιτιωμένου, καὶ ὡς εἴ τι πάθοι κινδύνου παρόντος ἡ πόλις, αὐτῷ μόνῳ τὴν αἰτίαν ἐπὶ τοῦ κρατοῦντος καταψηφίσεται, 20. 7 οὐδὲν ἧττον ἢ πρότερον εἶχε τῆς συνήθους ἐκεῖνος κακοβουλίας ἐχόμενος· πρῶτον μὲν τοῦ θείου ἔπειτα δὲ τοῦ ἀνθρωπίνου φόβου ὑπεριδὼν καὶ τὴν ἀπώλειαν τῆς τοσαύτης πόλεως εἰς μηδὲν θέμενος οὔτε αὐτὸν δι' ἑαυτοῦ οὔτε τινὰ τῶν ὑπ' αὐτὸν ὄντων ἐλθεῖν καὶ συνεπαμῦναι τοσαύτῃ συμφορᾷ περιστοιχηθεῖσιν ἡμῖν ἐβουλεύσατο, ἀλλὰ τῇ προσδοκίᾳ τοῦ ἀεὶ παρεῖναι μέχρι τῆς ἐσχάτης ἡμέρας τοῦ πολέμου πάντας ἡμᾶς ἀποπλανήσας, ἔλαθε συμπεράνας τὴν καθ' ἡμῶν ἐπιβουλὴν καὶ τῷ ὀλέθρῳ μέγα καὶ κομψὸν ἐγγελάσας, ᾧ συνεσχέθημεν.

Intertext edge

Open linked passage

Note