De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Οὕτω δὲ τῆς ἀπὸ τῶν συμμάχων Σκλαβήνων ἀποβουκοληθέντες ἐλπίδος, καίτοι οὐδ' ἡμεῖς ὄντες εὐαρίθμητοι, ἀλλὰ πολλῷ πλήθει τὴν χρείαν ἀποπληροῦντες καὶ λίαν τὴν τῶν βαρβάρων καθυπερβαίνοντες στρατιάν, ὅμως τὸ μηδεμίαν πεῖραν πολέμου ἐνυπάρχειν ἡμῖν μηδὲ προαποκειμένην ἔχειν τὴν περὶ τούτου μελέτην φοβεράν τινα καὶ ἐκπλήξεως γέμουσαν τὴν ἔφοδον αὐτῶν ἐνεποίει.
21.2.1
ἄλλως τε καὶ τὸ μηδὲν φθάσαι πρὸς τὴν τούτου ἐξευρεῖν ἄμυναν πονηρὸν ἡμῖν κατεφαίνετο.
21.3.1
καὶ φυγῇ μὲν χρήσασθαι τέως φορτικὸν ἦν· ἔμελλε γὰρ ἡμῶν ἐκτραπέντων τε πόλις τε ἁλωθῆναι καὶ τῶν προλεχθέντων σεβασμίων οἴκων ὅ τε διὰ χρυσοῦ καὶ ἀργύρου καὶ λοιπῆς χρειώδους ὕλης ἀφαιρεθῆναι κόσμος ἢ καὶ αὐτοὶ οἱ πανευαγεῖς οἶκοι πυρίκαυστοι γενέσθαι.
21.4.1
ἅμα δὲ καὶ τὴν τῶν βαρβάρων ὑπεκκλίνοντες βλάβην, οὐκ εἴχομεν ὅπως τὴν καθ' ἡμῶν τοῦ κρατοῦντος ἀγανάκτησιν διαθώμεθα.
21.5.1
ἀλλὰ ταῦτα μὲν ἦν ἀνεκτὰ καὶ πάσης σωτηρίας ἐχόμενα, εἰ καὶ ὅτι πρὸς μνείαν μόνον ἐλθεῖν τῶν τοιούτων μήπω τοῦ κακοῦ τὴν πεῖραν ἐσχηκόσι παντὸς θανάτου χαλεπώτερα· 21. 6 τοῖς τοσούτου πράγματος χωρεῖν δῆμον, μηδὲν ἄλλο προεθισθέντα πλὴν τὸ ἁβρὸν μεταδιώκειν καὶ τρυφηλὸν βίον καὶ πολεμικοῖς ἀγῶσι μήπω προγυμνασθέντα, ἔκστασιν ἡμῖν ἐνεποίει καὶ φρίκην.