Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 22 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Πλὴν ὅτι τοῖς λογισμοῖς θατέρου τούτων παλαίοντες, οὕτω τὰς ἐφεξῆς ἡμέρας διετελοῦμεν.
22.2.1
καὶ ὃ μόνον τοῖς ἀποροῦσιν ὑπολείπεται, τοῦτο καὶ ἡμεῖς ἐσπουδάζομεν ἤδη, τοὺς ἀφάτους τῆς θείας συμπαθείας οἰκτιρμοὺς καὶ τὰς τῶν ἁγίων πρεσβείας ἐπικαλούμενοι.
22.3.1
κατειληφότες γὰρ τὸν προλεχθέντα πανευπρεπέστατον οἶκον τοῦ πανενδόξου μάρτυρος Δημητρίου, ὅσοι τε τὴν πόλιν οἰκοῦμεν καὶ ὅσοι ἐξ ἀλλοδαπῆς ἦσαν ἐπήλυδες, ἀξία πᾶσα καὶ ἡλικία, καὶ θρηνώδεις χοροὺς συστησάμενοι ἐπεβοῶμεν τῷ μάρτυρι προστάτην ἡμῖν γενέσθαι κατὰ τῆς προσδοκωμένης ἀπειλῆς τῶν βαρβάρων,
22.4.1
«ἔδειξας» λέγοντες, «ὦ γενναῖε μάρτυς, τὸ θερμὸν τῆς σῆς ἀντιλήψεως ἐν πολλοῖς κινδύνοις πολλάκις ἐπελθοῦσι τῇ πόλει σου, καὶ πᾶσαν ἐναντίων ἐπιβουλὴν διεσκέδασας, καὶ ὀλέθρου παντὸς ἀπείρατον αὐτὴν διετήρησας.
22.5.1
δεῖξον καὶ νῦν, συμπαθέστατε, τὴν ἄμετρόν σου περὶ ἡμᾶς κηδεμονίαν, καὶ μὴ καυχήσωνται καθ' ἡμῶν ἔθνη βάρβαρα καὶ ἀλλόφυλα, μὴ εἰδότα θεόν· 22. 6 μηδὲ δῷς βεβηλωθῆναί σου τοῦτον τὸν οἶκον, ὃν πᾶσα ἡ οἰκουμένη κοινὸν ἰατρεῖον καὶ προσφύγιον κέκτηται, ὑπὸ ἐναγῶν καὶ ἀθέων ἀνθρώπων, τὴν πίστιν ἡμῶν μυκτηριζόντων καὶ τὴν λατρείαν ἐξουθενούντων, καὶ τοῦτο μόνον ἔγκλημα καθ' ἡμῶν ἐπαγόντων τὴν θεοσέβειαν, καὶ θάνατον ἀπειλούντων ἄωρον καὶ ὀλέθριον.
22.7.1
εἰ γὰρ καὶ μυρίων ἐσμὲν ἄξιοι τιμωριῶν δι' ἃς ἐπράξαμεν ἐπὶ τῆς γῆς ἁμαρτίας, καὶ τῆσδε τῆς ἐπερχομένης καταστροφῆς ὑπόδικοι καθεστήκαμεν.
22.8.1
ἀλλ' οὐκ ἔγνωμεν ἕτερον θεὸν εἰ μὴ τὸν σὲ στεφανώσαντα, δι' ὃν καὶ τοὺς θείους ἄθλους διήνυσας, ὃν καὶ τῇ μιμήσει τοῦ πάθους ὑπερεδόξασας, ἐξ οὗ καὶ τῶν πολλῶν θαυμάτων τὴν χάριν ἀπείληφας, καὶ ἡμῖν δεδώρησαι τεῖχος ὀχυρὸν καὶ ἀκλόνητον ἔρεισμα, τὰς ὑπὲρ ἡμῶν ἑκάστοτε ποιούμενος πρὸς αὐτὸν ἱκεσίας καὶ ἐξαιτῶν ἡμῖν τὰ συμφέροντα.
22.9.1
ἔπιδε οὖν καὶ νῦν ἐπὶ τὴν ἀπορίαν καὶ ἀμηχανίαν τοῦ λαοῦ τούτου, καὶ τῆς δεήσεως ἡμῶν ἐπακούσας στῆθι εὐπαρρησιάστῳ τῇ πρεσβείᾳ ὑπὲρ ἡμῶν τῶν οἰκετῶν σου, καὶ τῆς προσδοκωμένης ἐξάρπασον συστροφῆς, ἵνα μὴ καυχήσωνται καθ' ἡμῶν τὰ τέκνα τῆς παιδίσκης Ἄγαρ, μηδὲ εἴπωσι, ποῦ ἐστιν ὁ προστάτης αὐτῶν;
22.10.1
ὁρᾷς γὰρ καὶ αὐτός, εὐμενέστατε, ὅτι οὐκ ἐν δόρασιν οὐδ' ἐν ἀσπίσι πεποιθότες ἐσμέν, ἀλλὰ τὸ πᾶν ἀνεθέμεθα τῇ δυνατῇ σου πρεσβείᾳ, τῆς σῆς προνοίας καὶ αὖθις ἐπιτυχεῖν ἐπελπίζοντες.» 22. 11 τούτους τοὺς ἱκετηρίους μετὰ συνοχῆς καρδίας τῷ μάρτυρι νύκτα καὶ ἡμέραν πάντες προσάγοντες καὶ τὸ ἔδαφος τοῦ ναοῦ τοῖς δάκρυσι πλύνοντες τῇ προσδοκίᾳ τῶν ἐναντίων διετελοῦμεν, καθάπερ τινὸς ἕρκους ὀχυρωτάτου τῆς ἁμαρτίας ἡμῶν ἀντικαθισταμένης καὶ τὰς πρεσβείας τοῦ μάρτυρος κωλυούσης πρὸς τὸ τὴν θείαν ἡμῖν εὐμένειαν ἐπικλῖναι.
22.12.1
εἰκὸς γὰρ καὶ πρὸς αὐτὸν ῥηθῆναι, καθάπερ πάλαι πρὸς τὸν προφήτην Ἱερεμίαν ὑπὲρ τοῦ Ἰσραὴλ ποιουμένου τὴν δέησιν, μὴ τῆς θεϊκῆς συμπαθείας ὄντος ἀξίου τυχεῖν, ὅτι «μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου· οὐ γὰρ εἰσακούσομαί σου.» 22. 13 ἔδει γάρ, ἔδει τὸν παραχωρηθέντα καθ' ἡμῶν ὄλεθρον ἐνεργεῖσθαι, ἵν' ἔχωσι γνῶναι πάντες οἱ ἐν ἁμαρτίαις ὄντες ὡς οὐδὲν οὕτως ἐπισπᾶται τὸ θεϊκὸν οὖς πρὸς τὰς ὑπὸ τῶν ἁγίων προσφερομένας δεήσεις ὡς ὀρθοτομία βίου καὶ ἀρίστων ἐπιμέλεια πράξεων.

Intertext edge

Open linked passage

Note