Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 23 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
Ἐν ὅσῳ γὰρ ὑφ' ἡμῶν ἐπὶ ματαίῳ ταῦτα διεσπουδάζετο, ἧκέ τις τὰς βαρβαρικὰς νῆας ἤδη που παρὰ τὸν αὐχένα τοῦ ῥηθέντος Ἐκβόλου πλησιάσαι καταμηνύων κυριακῆς ἡμερῶν ἐπιφωσκούσης, ἐνάτης καὶ εἰκάδος ἀγομένης μηνὸς Ἰουλίου, ἔτους υιβʹ.
23.2.1
τῆς οὖν φήμης ταύτης πᾶσαν ἀθρόον διαδραμούσης τὴν πόλιν θόρυβος μὲν παρὰ πᾶσιν ἀνήγερτο καὶ κλόνος καὶ τάραχος, ἄλλων ἄλλο τι βοώντων καὶ περὶ τοῦ προκειμένου βουλευομένων, ὁπλιζομένων τε πάντων ὡς οἷόν τε ἦν, καὶ πρὸς τὸ τεῖχος κατασπευδόντων.
23.3.1
οὔπω δὲ ταῖς ἐπάλξεσι τοῦ τείχους διασπαρέντων, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων αἱ νῆες ἐκ τῆς ῥηθείσης ἐφάνησαν ἐξοχῆς, πεπετασμένα ἔχουσαι τὰ ἱστία.
23.4.1
καὶ γὰρ κατά τινα σύμβασιν ἔτυχε τῷ καιρῷ τούτῳ κατ' οὐρὰν αὐταῖς ἐπεισφρήσας ἄνεμος, ὡς τοῖς πολλοῖς δοκεῖν μηδ' ἐφ' ὑδάτων ἀλλὰ δι' ἀέρος μεταρσίους κομίζεσθαι.
23.5.1
Ἰούλιος γὰρ ἤγετο, καθὼς εἴρηται, μήν, ὅτε καὶ πλέον τῶν ἄλλων ἡμερῶν ὁ τῇδε διακόλπιος ἐπεισέρχεται ἄνεμος, ἐκ τῶν ἐξοχῶν τοῦ τῆς Ἑλλάδος Ὀλύμπου τὴν ἀρχὴν ἔχων, καὶ μέχρις ἐνάτης ὥρας ἀπὸ πρωΐθεν ἐφ' ἑκάστης τῶν θερινῶν ἡμερῶν συνεισπίπτων τῇ πόλει καὶ τὸν ἀέρα διαφορῶν.
23.6.1
ἐκεῖνον οὖν εὑρηκότες συνεργὸν οἱ πολέμιοι, ἔτι τῆς ἡμέρας ἐν ἀρχαῖς οὔσης, ἐγγύθεν προσέρρηξαν.
23.7.1
καὶ πρῶτα μὲν τὰ ἱστία χαλῶσιν αὐτοῦ που παρὰ τὸ τεῖχος γενόμενοι, καὶ τὴν πόλιν ὁποία τις οὖσα τυγχάνει ἐπιμελῶς κατενόουν· 23. 8 οὐδὲ γὰρ ἅμα τῷ καθορμισθῆναι τῆς μάχης ἀπήρξαντο, ἀλλ' ἐνέδωκαν ὀλίγην τινὰ σχολὴν τοῦ τε προπειραθῆναι τῆς ἡμετέρας ἰσχύος, ὅπως ἔχωμεν πρὸς τὴν διὰ τοῦ πολέμου συμπλοκήν, καὶ ἑαυτοὺς πρὸς τοῦτο αὐτὸ ἐξασκῆσαι.
23.9.1
ἔστησαν οὖν τέως περιδεεῖς, μηδενὶ τῶν ὁρωμένων ἔχοντες ἐξομοιοῦν τὰ βλεπόμενα· πόλιν γὰρ κατενόουν πολλῷ μέν τινι μεγέθει πεπλατυσμένην, λαοῦ δὲ πλήθει ἅπαν τὸ τεῖχος περιεστοιχισμένην.
23.10.1
ἐξ οὗ δὴ καὶ πλέον καταπλαγέντες μικρὸν τὴν μάχην ἐπέσχον, ὡς ἐκ τούτου καὶ ἡμῖν ἐγγενέσθαι βραχύ τι θάρσος καὶ μεταξὺ τῆς τοιαύτης σχολῆς τὰς ψυχὰς ἀνακτήσασθαι.

Intertext edge

Open linked passage

Note