De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Οὕτω δὲ ὄντων ἡμῶν ἔδοξε τῷ καθηγουμένῳ τοῦ τῶν βαρβάρων στρατοῦ διελθεῖν ἅπαν τὸ τεῖχος, ὅσον περικλύζεται τῇ θαλάσσῃ.
24.2.1
σκαιὸς δὲ οὗτος καὶ παμπόνηρος ἦν, καὶ τῇ ὁμωνυμίᾳ τοῦ θηρὸς κατάλληλον καὶ τὴν πρᾶξιν ἐπιδεικνύμενος, καὶ οὐδὲν ἄμεινον ἐκείνου τῶν τρόπων τῇ ἀγριότητι καὶ τῷ ἀκαθέκτῳ τῆς ὁρμῆς διακείμενος.
24.3.1
ἔγνως δὲ τοῦτον πάντως καὶ αὐτὸς ἐκ τῆς φήμης, περιβόητον ἐχούσης τὴν τοῦ ἀνδρὸς κακίαν, ὡς μηδέποτέ τινα τῶν λαλουμένων ἀσεβῶν εἰς τοσαύτην μανίαν ἐλάσαι, ὡς ἀκορέστως ἔχειν ὁρᾶν ἀνθρωπίνων αἱμάτων ἐκχύσεις καὶ μηδὲν ἕτερον προτιμᾶν τῆς τῶν Χριστιανῶν ἀναιρέσεως.
24.4.1
τοῦτο γὰρ καὶ αὐτὸς ὤν ποτε καὶ τῇ τοῦ σωτηρίου βαπτίσματος ἀναγεννήσει μεμορφωμένος τήν τε ἡμετέραν θρησκείαν δεδιδαγμένος, ὑπ' αὐτῶν χειρωθεὶς τῶν βαρβάρων τὴν ἐκείνων δυσσέβειαν τῆς εὐσεβοῦς ἀντηλλάξατο πίστεως, καὶ πλέον οὐδὲν αὐτοῖς ἀεὶ διὰ σπουδῆς ἔχει χαρίσασθαι ἢ τὴν κλῆσιν κυρῶσαι ταῖς πράξεσι καὶ παραβάτου καὶ λῃστοῦ δράματα ἐνδεικνύμενος ἐκ τούτων καὶ φιλοτιμεῖσθαι καὶ ὑπεραίρεσθαι.
24.5.1
οὗτος δὴ οὖν ὁ ἀτίθασος καὶ παραβάτης Λέων περιῄει τῇ νηῒ διὰ τῆς θαλάσσης τὸ τεῖχος ἀποσκοπῶν καὶ πόθεν ἐφορμήσας προσβάλοι κακούργως ἐμμελετῶν.
24.6.1
αἱ δὲ λοιπαὶ νῆες ὑφ' ἑνὶ χώρῳ τοῦ πρὸς ἀνατολὰς αἰγιαλοῦ προσορμισθεῖσαι συνεσκευάζοντο.
24.7.1
οἱ καθ' ἡμᾶς δὲ πολῖται καὶ αὐτοὶ τοῖς ὅπλοις ἐφράττοντο, τὰς ἐπάλξεις διελόμενοι καὶ ἑαυτοὺς πρὸς τὸν προκείμενον ἀγῶνα συνεπαλείφοντες.
24.8.1
καὶ γὰρ ἦν ἀγὼν ἀληθῶς, καὶ τῶν μεγάλων ἀγώνων ὁ διαβόητος, οὐ παλαιστοῦ τινος ἀγωνίαν ἐν ταῖς πρὸς τὸν ἀντίπαλον τοῦ σώματος ἀντιρρήσεσι τὸν παρὰ τῶν ὁρώντων ἔπαινον προξενῶν, οὐκ ἔπαθλα προτιθεὶς ὕλης τινὸς πρὸς ὀλίγον τέρψιν τῷ νικήσαντι παρεχόμενα, οὐδὲ πάλιν ἧτταν μέχρις αἰσχύνης μόνης τὸν νικηθέντα καταβιβάζουσαν, ἀλλ' ἢ περισωθεῖσαν τοσαύτην πόλιν ἐκ τοσούτου κινδύνου γέρας ἀμίμητον ἀναδήσασθαι, ἢ παθοῦσάν τι τῶν ἀπειλουμένων ἀπαρηγόρητον ὀδύνην ἐνέγκασθαι.