Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 26 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Ἀλλ' οὕτω βαλλόντων ἑκατέρων καὶ βαλλομένων, ἰσοπαλῆ τε τὴν μάχην προσπίπτουσαν ἐνδεικνυμένων, διαιρεθέντες τινὲς τῶν βαρβάρων, τῶν ἄλλων ὡς εἰκὸς εὐτολμότεροι καὶ θρασύτεροι, καὶ τῇ θαλάσσῃ τῆς νηὸς ἑαυτοὺς ἀκοντίσαντες, κλίμακά τε ξυλίνην μεθ' ἑαυτῶν συγκαθελόντες, ὤθουν ἄγοντες ἐν τοῖς ὕδασι, πειρώμενοι δι' αὐτῆς ἀνιέναι τῷ τείχει, μηδένα λόγον τῶν ἐκεῖθεν κατ' αὐτῶν πεμπομένων ποιούμενοι.
26.2.1
μέχρι γὰρ τοῦ πλησίον γενέσθαι ἐκάλυπτον τὰ σώματα, νηχόμενοί τε τῷ ὕδατι καὶ τὰς κεφαλὰς ταῖς ἀσπίσι περιφραττόμενοι· 26. 3 ὅτε δ' ἐγγύθεν ἐγένοντο, τὸ ὕδωρ ἀποδυσάμενοι ῥωμαλεώτερον ἀντεῖχον ταῖς βολαῖς προσπαλαίοντες, τὰς ἀσπίδας μόνας φέροντες ἐπὶ κεφαλῆς, εἶτα τὴν κλίμακα θᾶττον κατὰ τῶν ἐπάλξεων ἀνελκύσαντες ἐπεχείρουν δι' αὐτῆς ἀνιέναι καὶ εἴσω χωρεῖν.
26.4.1
ἀλλὰ προέφθασε τὸ βεβουλευμένον ὁ θάνατος, καὶ πρὶν ἀκριβῶς σκοπῆσαι πῶς τὴν ἐπίνοιαν συμπεράνωσι, τῆς ζωῆς ἀπελύοντο· 26. 5 μόνον γὰρ ὅτι ταῖς βαθμίσι τὰ ἴχνη ἐκίνησαν, καὶ δίκην χαλάζης πυκνῆς οἱ λίθοι κατ' αὐτῶν ἀφεθέντες ὁμοῦ τῇ θαλάσσῃ καὶ τῷ ὀλέθρῳ τούτους ἐξανεσκεύασαν.
26.6.1
ἐν τούτοις ὀπισθόρμητοι πᾶσαι χωροῦσιν αἱ νῆες, οὐδενὸς ἄλλου τοιούτου τέως ἐπιχειρεῖν τολμηρῶς ἔχουσαι· μόναις δὲ ταῖς ἀπὸ τῶν βελῶν νιφάσι, καὶ αὐτὸν τὸν ἀέρα συσκιαζούσαις, ἔβαλλον ἀπὸ μηκόθεν, οὐδὲν ἧττον καὶ αὐτῶν βαλλομένων τοῖς τε βέλεσι πεμπομένοις εὐστόχως καὶ ὀλίγα διαμαρτάνουσι καὶ ταῖς ἀπὸ τῶν πετροβόλων καταφοραῖς, ὧν καὶ αὐτὸς μόνος ὁ διὰ τοῦ ἀέρος ἐγγινόμενος ῥοῖζος ἔκστασιν τοῖς βαρβάροις ἐναπειργάζετο.

Intertext edge

Open linked passage

Note