De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Ἤδη γὰρ καὶ ὁ λεχθεὶς Νικήτας, ὁ πρὸς τοῦ βασιλέως σταλείς, τὸ τεῖχος ἅπαν διέτρεχε τὸν δῆμον παραθαρρύνων, 27. 2 «ἄνδρες» λέγων «Θεσσαλονικεῖς, ἄλλας μὲν εἶχον πρὸ τοῦδε περὶ ὑμῶν ὑπολήψεις, καὶ οὐκ ἂν οὕτως γενναίους καὶ πρὸς τὸ ἔργον τοῦ πολέμου τολμηροὺς ἔκρινον εἶναι, μηδὲν τοιοῦτον μήτε πειραθέντας πάλαι μήτε κατενεργήσαντας· νυνὶ δὲ τοῦ πράγματος ἡ ἀκμὴ οὐκ ἀγεννεῖς ἔχειν τὰς περὶ ὑμῶν παρέσχεν ἐλπίδας.
27.3.1
ὁρῶ γὰρ πάντας ὑμᾶς τοῖς τε σώμασι σφριγῶντας καὶ ταῖς ψυχαῖς ἀνδριζομένους καὶ ὅλους ὄντας τῶν προκειμένων, τῶν ἀντιπάλων κατεγγελῶντας καὶ τὰς μηχανὰς αὐτῶν γενναίως ἐκτρεπομένους. καὶ οὐδὲν ἀπεικὸς πράττετε· 27. 4 περὶ γὰρ ὑμῶν αὐτῶν ἐστιν ὁ ἀγών, ἀνδρῶν τιμίων καὶ τοῖς εἴδεσι καὶ τοῖς ψυχικοῖς προτερήμασι, καὶ περὶ τῆς λοιπῆς πόλεως, ἧς οὐδὲν ἐρίζει τῶν ἀξιολόγων εἰς περιφάνειαν.
27.5.1
ὑπεράνω μὲν γὰρ γενομένοις τοῦ τῇδε κινδύνου ὁ παρὰ πᾶσιν ὑμῖν ἔπαινος ἐποφείλεται· παθοῦσι δέ τι τῶν ἀβουλήτων, καὶ ὧν οἱ βάρβαροι κατηπείληνται, οὐκ ἔστιν ὅπου τὴν συμφορὰν εἰκάζειν ἐστὶν ἢ τῆς αἰσχύνης τὸ μέγεθος.
27.6.1
διὰ τοῦτο στῆτε γενναίως τῇ τε πατρίδι καὶ ὑμῖν αὐτοῖς τὴν νίκην περιποιούμενοι, καὶ μὴ δῶτε νῶτα χερσὶ πολεμίων, μηδὲ καινόν τι καταλίποιτε τῷ βίῳ διήγημα, μικρᾶς ῥᾳθυμίας κίνδυνον τοσοῦτον ἀνταλλαξάμενοι.» 27. 7 τούτοις τοῖς παρακλητικοῖς ὑπαλείφων τὸν δῆμον καὶ θάρσος οὐκ ὀλίγον ταῖς ἁπάντων ψυχαῖς ἐνιεὶς τὴν περίοδον ἐποιεῖτο.
27.8.1
ὁ δὲ δὴ στρατηγὸς ὥσπερ τοῦ οἰκείου πάθους ἐκλελησμένος, καίπερ χαλεποῦ τε ὄντος ἐξ οὗ προείπομεν πτώματος, καὶ μείζονα τῆς δυνάμεως τὴν ὀδύνην παρεχομένου, ἡμιόνῳ τινὶ ἐπιβάς, οὐ περιβάδην ἀλλὰ κατὰ πλευρὰν καὶ ὡς αἱ τῶν θλασθέντων μελῶν ἀλγηδόνες ἐπέτρεπον, περιῄει καὶ αὐτός, τοὺς προθυμοτέρους τῶν ταξεωτῶν κατά τινας χρειώδεις τόπους τοῦ τείχους ἐγκαθιστῶν, ὡς ἂν τὸ κατ' αὐτοὺς τυχὸν καὶ τοὺς πλησίον πρὸς μίμησιν ἐρεθίζοντες τὰ πρὸς τὸν πόλεμον διατίθενται.