Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 28 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
Οἱ βάρβαροι δὲ οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πολλάκις διὰ πάσης ἐκείνης τῆς ἡμέρας συνεφορμήσαντες, μᾶλλον ἢ πρότερον πεπληγμένοι πρὸς τοὐπίσω χωρήσαντες, ὑφ' ἑνὶ συνθήματι τὴν πρὸς καθ' ὕδατα λιπόντες μάχην ὑπανεχώρουν ταῖς ναυσί, καί τινι πρὸς ἀνατολὰς ὄντι τῆς πόλεως αἰγιαλῷ προσωρμίσθησαν.
28.2.1
εἶτα τῶν νηῶν ἐκβάντες πάλιν τοῖς βέλεσιν ἐχρῶντο κατὰ τῶν ἐκεῖσε λαχόντων τὴν στάσιν ἐν τῷ μετεώρῳ τείχει, ἔνθα καὶ πύλη τις διεξέχει, Ῥώμη καλουμένη, γειτνιάζουσα τῇ θαλάσσῃ.
28.3.1
οὗ δὴ μέχρι βαθείας νυκτὸς μαχεσάμενοι, καὶ ὥσπερ κεκμηκότες τῇ ἀγωνίᾳ, καθησύχασαν ταῖς ναυσί, τάχα σκεπτόμενοι πῶς ἐπιθῶνται τῇ ἑξῆς ἡμῖν, καὶ πρὸς ἑτέρας μηχανὰς σκευαζόμενοι.
28.4.1
ἤδη δὲ καὶ ἡμᾶς τοῦ πολέμου μικρὸν ἀνεθέντας ἄλλη πάλιν φροντὶς ἐπεισήρχετο, ἐπαγρυπνεῖν τοὺς ἐν ταῖς ἐπάλξεσι διὰ πάσης κύκλωθεν τῆς πόλεως, καὶ ὑποβλέπεσθαι τοὺς βαρβάρους, μή τινα λόχον νυκτερινὸν ἢ ἐνέδραν λάθωσι πεποιηκότες καὶ ἐν τῷ τείχει γενόμενοι τὸ πᾶν ἐξανύσωσιν.
28.5.1
εἰσὶ γὰρ εὐφυεῖς πρὸς ταῦτα μάλιστα, καὶ ἅμα τῷ διανοηθῆναι πρὸς τὸ ἔργον χωροῦντες, πάντα κίνδυνον εἰς μηδὲν τιθέμενοι, ἑνὶ δὲ μόνῳ προσέχοντες τῷ κατάρξασθαι τοῦ βεβουλευμένου.
28.6.1
κἂν τάχα καὶ ἐναντίως ἢ ὡς ἐφώρασαν τὸ τέλος ἐκβῇ τοῦ πράγματος, δόξαν ἔχειν ἡγοῦνται τὸ τέως ἀδυνάτοις πειρᾶσθαι τολμηρῶς ἐπιχειρεῖν.
28.7.1
τούτου ἕνεκεν πᾶσαν ἐκείνην ἐπαγρυπνοῦντες ἐτελοῦμεν τὴν νύκτα, οὐδὲν ἑαυτοὺς τῶν προηγωνισμένων μεμφόμενοι· 28. 8 πρὸς τοσοῦτον γὰρ ἤλθομεν θάρσος ὡς καὶ αὐτὸν τὸν καθηγούμενον τῶν βαρβάρων ἐν θαύματι γεγονέναι καὶ περὶ πολλοῦ ποιεῖσθαι μαθεῖν ὕστερον τὴν αἰτίαν, πῶς πρὸς ἑκάστην προσβολὴν οὕτως ἀνδρείως ἀντέστημεν, καὶ ὧν περὶ ἡμῶν ἠκηκόει, πῶς τὰ ἐναντία ἐξέβη, τῆς ἐλπίδος αὐτοῦ περιτραπείσης.

Intertext edge

Open linked passage

Note