Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 2 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἐζήτησας μαθεῖν διὰ τῆς ἐπιστολῆς τὸν τρόπον δι' ὃν τὴν φρουρὰν οἰκοῦμεν βαρβάρων χερσὶν ἐκδοθέντες, καὶ πῶς τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας διημειψάμεθα, ποίας τέ ἐσμεν πατρίδος, καὶ τίνα τὰ κατ' αὐτήν.
2.2.1
τεκμαίρεσθαι γὰρ ἔφης ἐκ τῆς μικρᾶς ἐκείνης ὁμιλίας, δι' ἧς παροδεύοντί σοι τὴν Τρίπολιν ὀλίγον συνεγενόμεθα, πλήρεις μὲν ὄντας ἡμᾶς μακρᾶς ἐξηγήσεως, μεγάλα δέ τινα καὶ πάσης τραγῳδίας ἐπέκεινα τά τε ἤδη συμβεβηκότα ἡμῖν καὶ τὰ ἐς ὕστερον προσδοκώμενα.
2.3.1
καὶ γὰρ ἔτυχες τότε καὶ αὐτὸς ἀλητεύων κατὰ τὴν αὐτὴν ἡμῶν συμφοράν, καί τισιν αἰχμαλώτοις ἐκεῖσε συνεπαγόμενος, οὓς ἔλεγες ὁμοπατρίους εἶναί σοι Καππαδόκας, μεθ' ὧν καὶ τὴν πρὸς Ἀντιόχου πόλιν ἐστέλλου, μηδαμοῦ στῆναι τῶν ἀλγεινῶν ἐξηγούμενος· 2. 4 ὁπότε καὶ ἡμᾶς ἑώρας, ὡς καὶ αὐτὸς μαρτυρεῖς, τό τε νεαρὸν τοῦ πένθους ἔχοντας καὶ τὰ ἴχνη τοῦ προλαβόντος φόβου τοῖς προσώποις ἡμῶν ἐγκαθήμενα, ὡς καὶ σιωπῶντας βοᾶν τὴν συμφορὰν ἐκ τοῦ χρώματος.
2.5.1
ἀλλὰ περὶ τούτων εἰ καθ' ἕκαστον ἐπεξιέναι βουληθείην, μακρὸν ἂν εἴη καὶ τῇ χρείᾳ μὴ κατάλληλον τὸν λόγον ποιήσομαι, τῆς συμμετρίας τὸν νόμον καθυπερβαίνων, ἵνα μὴ λέγω ὅτι καὶ τὴν σὴν ἀρρᾴθυμον ἀκοὴν ἀποκναίσω, εἰ καὶ ὅτι δι' ἐφέσεως ἔχεις τοῖς λεγομένοις ἐπακροάσασθαι.
2.6.1
ἀλλ' ἐπειδὴ τοίνυν τοῦτο κατ' ἀρχὰς ὑπέσχου, τὸ νουνεχῶς ἀκούειν, ἄρχομαι τῶν καθ' ἡμᾶς ὧδε.

Intertext edge

Open linked passage

Note