Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 30 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
Ἀλλ' ἐπειδὴ τὸ προσπελάζειν αὐτοὺς τῷ τείχει οὐκ ἀκίνδυνον ἦν, πάντα τοῖς βέλεσι καὶ τοῖς πετροβόλοις ἐπέτρεπον.
30.2.1
στιχηδὸν γὰρ ἑαυτοὺς κατατάξαντες, καὶ τοσοῦτον ἀποστάντες ὅσον τὰς βολὰς αὐτῶν μήπω τῆς ὁρμῆς ὑπενδιδούσης τῇ πόλει προσπίπτειν, ταῖς ἀσπίσι τε φραξάμενοι καὶ ὅλοι τῆς ἀγωνίας γενόμενοι, ἵσταντο καθάπερ τινὲς ἀνδριάντες ἐκ χαλκοῦ ἤ τινος ἄλλης στερροτέρας ὕλης συμπεπηγότα ἔχοντες σώματα, μυρίῳ τινὶ καὶ ἀνεκδιηγήτῳ καρτεροῦντες πόνῳ καὶ πρὸς τὸν πόλεμον ἁμιλλώμενοι.
30.3.1
τοῦ γὰρ ἡλίου κατὰ τὸ μέσον ἄγοντος τὴν ἡμέραν, ὅτε καὶ ταῖς βολαῖς τῶν ἀκτίνων τὸν ἀέρα πλέον τῶν ἄλλων ὡρῶν διαπυροῖ, τῇ ἀκμῇ τοῦ καύματος ὥσπερ τὴν φυσικὴν ἐκκαύσαντες λύσσαν, καὶ τὸν ἄλογον ἐκεῖνον θυμὸν ταῖς ἀπονοίαις προσερεθίσαντες, ἐφ' ἕτερον εἶδος πολιορκίας (καὶ σκόπει πῶς χαλεπόν) τὴν ὁρμὴν μετηγάγοντο.
30.4.1
τεττάρων γὰρ πυλῶν πρὸς τῷ ἀνατολικῷ μέρει τῆς πόλεως διεξαγουσῶν, ἐσκέψαντο τὰς δύο αὐτῶν πυρὶ τεφρῶσαι, τήν τε ῥηθεῖσαν Ῥώμην καὶ τὴν Κασσανδρεωτικὴν καλουμένην, 30. 5 τοῦτο ἐν τῇ διανοίᾳ θέμενοι, ὡς εἰ δυνηθεῖεν τῶν ἔξω πυλῶν καιομένων εἴσω χωρῆσαι τοῦ προτειχίσματος καὶ τὸ μετέωρον ὑποδύσασθαι τεῖχος, μηδένα φόβον ἔχειν πρὸς τὸ καὶ τὰς ἔνδον κακουργῆσαι καὶ τῇ πόλει πάντας ὑφ' ἓν συνελάσαι, ἐξ ἐναντίας παραστησάμενοι τοξότας εὐστόχους τε καὶ δεινούς, ὡς ἂν τῇ συνεχείᾳ τῶν βελῶν μὴ ἐᾶν ἀκινδύνως προκύπτειν τῶν ἔνδον τινά.

Intertext edge

Open linked passage

Note