Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 32 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1.1
Εἶτα ἐπειδὴ τοῦ πολεμεῖν ἐπαύσαντο, ταῖς ναυσὶν ἐμβάντες καί τι μικρὸν ἡσυχάσαντες ἤρχοντο τοῦ δράματος ὅπερ ἦσαν ταῖς ἑαυτῶν δεινότησι προεξευρημένοι.
32.2.1
τὸ δὲ ἦν τοιαύτην αὐτοῖς ἀπόπειραν ἐμποιοῦν, ὡς εἰ μὲν δι' αὐτοῦ δυνηθεῖεν τὴν πόλιν πορθήσειν, εὖ ἂν ἔχοιεν, διὰ τὸ μηδὲν ἄλλο τῶν εἰς πολιορκίαν συντεινόντων ἴσα δύνασθαι τούτου, καὶ μάλισθ' ὅταν ἀφ' ὑδάτων ἐστὶν ἡ μάχη καὶ μὴ μεσιτεύῃ χέρσος τὴν ἐπιβουλὴν διακόπτουσα· 32. 3 εἰ δέ γε μετὰ τῶν ἄλλων ὧν προενήργησαν καὶ τοῦτο εἰς μηδὲν αὐτοῖς συντελέσειε, τοὺς εἰς τοῦτο παρορμήσαντας αὐτοὺς καὶ τοσοῦτον πλοῦν διανύσαι μάτην ἀποπλανήσαντας τοῖς ὅπλοις διαχειρίσασθαι, καὶ οὕτως ἐν τοῖς ἰδίοις ἀπαίρειν.
32.4.1
ταύτην οὖν παρ' ἑαυτοῖς θέμενοι τὴν βουλήν, ἔτι κατ' ἀρχὰς οὔσης τῆς νυκτός, τοῦ ποικίλου καὶ πολυειδοῦς ἐκείνου ἀπήρξαντο μηχανήματος.
32.5.1
ὑφάψαντες γὰρ πανταχοῦ φῶτα, καὶ πάσας αὐτῶν τὰς νῆας κατὰ δύο συζεύξαντες ἑτέραν τῆς ἑτέρας ἐχομένην, καί τισι κάλοις στιβαροῖς καὶ σιδηραῖς ἁλύσεσι τὰς ἑκατέρων πλευρὰς ἐν ἀλλήλαις συσφίγξαντες πρὸς τὸ μὴ ῥᾳδίως ἀφίστασθαι, ἀνείλκυσαν διὰ τῶν κατὰ πρῴραν ἀπῃωρημένων ἐξαρτίων τὰ διὰ μέσου προβεβλημένα ξύλα, ἃ τοῖς ναυτιλλομένοις κατάρτια καλεῖν ἔθος.
32.6.1
εἶτα τοὺς τῶν ἑκατέρων νηῶν αὐχένας ἐν τούτοις διὰ τῶν εἰς τὴν κεφαλίδα στρεφομένων σχοινίων μέσον που τοῦ ἀέρος μετεωρήσαντες, τάς τε σπάθας αὐτῶν ἐκ τοῦ κατὰ πρῴραν μέρους καὶ πέρα τῆς τῶν νηῶν διαμέτρου προβεβληκότες, ξένον τι καὶ παρηλλαγμένον πανούργευμα διὰ τοῦ τοιούτου τεχνάσματος ἐτεκτήναντο.
32.7.1
ὑψοῦ γάρ, ὡς ἔφην, τῶν αὐχένων μετεωρηθέντων, ἔβαλλον ἐν αὐτοῖς ἐπιθέντες μακρά τινα ξύλα στιχηδὸν ἄλλο κατ' ἄλλο, καὶ τὸν διὰ μέσου τόπον γεώσαντες τῇ σεσοφισμένῃ ταύτῃ μηχανῇ, τὰ πέρατά τε πάντοθεν σανίσι καταφραξάμενοι, καὶ τὰ ἄκρα τῶν αὐχένων ἐν τοῖς κατὰ πρύμναν μέρεσιν ἄλλοις στιβαρωτάτοις δεσμοῖς ἐνασφαλισάμενοι, πύργους τινὰς τῶν εἰς τὴν χέρσον ἐν τῷ τείχει καθισταμένων χρειωδεστέρους τῇ ἐπινοίᾳ ταύτῃ κατετεχνάσαντο, 32. 8 ἐν οἷς ἐνόπλους τινὰς βαρβάρους ἐπανεβίβασαν, ῥώμῃ σωμάτων καὶ τολμηρίᾳ φύσεως ἀνεσταλμένους, τὴν καθ' ἡμῶν ὑστάτην καὶ τελευταίαν ἐπιβουλὴν ἐνεργήσοντας.
32.9.1
ἐπέτρεπον γὰρ τοὺς μὲν αὐτῶν βάλλειν τοῖς τόξοις κατὰ τῶν ἐνδοτέρων τοῦ τείχους ἑστώτων, τοὺς δὲ τοῖς χειροπληθέσι λίθοις· 32. 10 ἄλλους πυρί τινι, καὐτῷ τετεχνημένῳ καί τισιν ὀστρακίνοις σκεύεσι προηυτρεπισμένῳ, καθοπλίσαντες κατὰ τῶν ἀντιπρόσωπον αὐτῶν ἐρχομένων προσέταττον ἀκοντίζειν.
32.11.1
ταῦτα δὲ πάντα ἦν αὐτοῖς ἐνεργῆ τε καὶ ἐπιτήδεια διὰ τὸ μηκέτι περὶ γῆν αὐτοῖς εἶναι ποιεῖν, ἀλλὰ τῷ προλεχθέντι κακούργῳ τεχνάσματι ὑψηλοτέρους αὐτοὺς καὶ αὐτῆς τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους καὶ πᾶσαν αὐτῶν κακόνοιαν ὡς ἀπὸ μετεώρου χρειώδη συμβαίνειν.

Intertext edge

Open linked passage

Note