De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1.1
Ἀλλ' ἐπειδὴ ταῦτα πάντα κατ' αὐτὴν ἐκείνην τὴν νύκτα εἰς ἔργον ἤχθη τοῖς ἀσεβέσιν, οὐδὲν δὲ τῶν πραττομένων τέως ἐλάνθανεν ἡμᾶς διὰ τό, ὡς εἴρηται, φῶτα ἔχειν αὐτοὺς πολλὰ καὶ πλησίον εἶναι τὸν αἰγιαλὸν εἰς ὃν αὐτοῖς τὰ δόξαντα διεσπούδαστο, ἔλαβε πάντας φόβος καὶ ἔκπληξις, καὶ οὐκ εἶχον ᾧτινι τοῦ λοιποῦ τρόπῳ τὸ ἀσφαλὲς ἑαυτοῖς συντηρήσονται.
33.2.1
ἦν γὰρ ἰδεῖν τὸν δῆμον ὅλον δι' ὅλου κλονούμενόν τε καὶ ἀπορούμενον, ἄλλοτε ἄλλως ἀμηχανοῦντα καὶ πρὸς αὐτὴν τὴν ζωὴν κινδυνεύοντα.
33.3.1
οὐ γὰρ ὅπως ἕκαστος ἀποκρούσηται τὴν ἐφεστῶσαν ἀνάγκην διὰ φροντίδος εἶχεν, ἀλλὰ πῶς ἢ μεθ' οἵας ἀλγηδόνος τῷ θανάτῳ προσομιλήσει τοῖς λογισμοῖς κατετέμνετο.
33.4.1
φυγεῖν μὲν γὰρ οὐκέτι οὔτε πρόχειρον οὔτε ἀσφαλὲς ἦν, κύκλῳ τοῦ τείχους τῶν βαρβάρων περιεστώτων καὶ κατὰ τῶν πυλῶν ἐφεδρευόντων.
33.5.1
προσμένειν δὲ πάλιν ὁ κατ' ὀφθαλμοὺς οὐκ ἐδίδου κίνδυνος. πᾶσαν οὖν ἐλπίδα σωτηρίας προδόντες, καθάπερ ἐννεοί τινες τὸ τεῖχος διήμειβον, τῷ μεγέθει τῆς συμφορᾶς ἀπορούμενοι.
33.6.1
πλὴν ἔδοξέ τισιν, ὅσοις οὐ κατέσβη τελείως τῆς ἀνδρίας ἡ θρυαλλίς, μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων προευτρεπίσαι τινὰ τῷ τείχει εἰς ἀποτροπὴν τῶν ἐπερχομένων.
33.7.1
τὰ δὲ ἦν πίσσα καὶ δᾷδες καὶ ἄσβεστος καί τινα ἄλλα, οἷς τρέφονται τάχος πυρὸς φλόγες, σκεύεσιν ὀστρακίνοις ἐπιτετηδευμένα, ὡς ἂν τῶν νηῶν τυχὸν ἐφορμουσῶν τούτοις χρώμενοι καὶ διὰ μέσου τούτων ἐξακοντίζοντες ἀπράκτους αὐτοὺς καὶ τῆσδε τῆς ἐπιχειρήσεως ἀποδείξωσιν.