De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1.1
Ὡς δὲ καὶ ταῦτα ἀνθρώπων ἦν ἀπορουμένων ἔργα καὶ διαβούλια, ἤδη δὲ καὶ τῆς ἡμέρας τὸ φῶς τὸν νυκτερινὸν ζόφον διέλυεν, ἰδοὺ δὴ καὶ αἱ νῆες, ὡς εἶχον σκευῆς, κατὰ πολλοὺς τόπους διαιρεθεῖσαι τῷ τείχει προσέρρηξαν, καινόν τι καὶ παράδοξον θέαμα ταῖς ἁπάντων ὄψεσι προδεικνύμεναι·
34.2.1
ἑκάστη γὰρ αὐτῶν συζυγία ἐπεφέρετο τὴν σεσοφισμένην ἐκείνην τῶν ξυλοσυνθέτων πύργων κατασκευήν, πολλῷ τῷ μέτρῳ τὴν τοῦ τείχους οἰκοδομὴν ὑπερβαίνουσαν, ἄνωθέν τε τοὺς βαρβάρους ἐξαλλομένους καθάπερ τινὰς ἐξοιστρημένους ταύρους, καὶ τὸν ὄλεθρον ἅπασιν ἐπισείοντας.
34.3.1
τότε δὴ τότε, ὅσοι τοῦ δήμου τῆς πόλεως τοῦ μὲν θανάτου καταφρονήσαντες ἀφύκτου τε ὄντος καὶ κατὰ κόρης, ὡς εἰπεῖν, ἱσταμένου ὅλοι τῆς ἀγωνίας ἐγένοντο, ἐπίδειξιν ἀνδρίας τοῦ κινδύνου τὴν ἀκμὴν ποιησάμενοι ἔστησαν γενναίως ἀθλοῦντες ἐν τῷ πολέμῳ, καὶ τὰ παρ' ἑαυτοῦ ἕκαστος αὐτῶν ἐπεδείκνυτο· 34. 4 οὐ γὰρ εἴων τέλεον πλησιάζειν τὰς νῆας, ἀλλὰ τὸ μὲν τοῖς συχνοῖς βέλεσι τὸ δὲ τοῖς τοῦ πυρὸς ὑπεκκαύμασιν ἀπεῖργον αὐτὰς τοῦ προσπελάζειν τῷ τείχει καὶ τὰ παρ' ἑαυτῶν ἐνεργεῖν.
34.5.1
ὅσοι δὲ τῇ δειλίᾳ τὴν ψυχὴν βληθέντες οὐδὲ προσβλέπειν τοῦ κακοῦ τὴν πεῖραν ὑπὸ τῆς ἄγαν ἀμηχανίας ἐξίσχυον, ἑαυτοὺς τοῦ τείχους κατὰ μικρὸν ὑποσύροντες ἐπὶ τὰς ἀκρωρείας τῆς πόλεως ἔφευγον, καὶ λοιπὸν θαρρεῖν ἐδίδουν τοῖς ἐναντίοις.
34.6.1
ὡς γὰρ εἶδον κατά τινα τόπον τοῦ τείχους τὴν οἰκοδομὴν πλέον τῶν ἄλλων διαρρυεῖσαν, ἔνθα καὶ τοὺς ξυλίνους ἦμεν προπεπηγότες προβόλους, ἔγνων δὲ καὶ τὸ τῆς θαλάσσης ὕδωρ ἐν αὐτῷ μᾶλλον τῷ τόπῳ διὰ βάθους χωροῦν, μίαν συζυγίαν τῶν ἐζευγμένων ἐκεῖ συνελάσαντες ὤθουν ταῖς κώπαις κατὰ μικρόν, ἕως ἔφθασαν πλησίον ἐν αὐταῖς ταῖς ἐπάλξεσι τὰ κατὰ πρῴραν τῶν νηῶν προσπελάσαντες.
34.7.1
εἶτα ὡς ἐπεχείρουν κατ' αὐτῶν λίθους βάλλειν οἱ τοῖς ξυλίνοις ἐγκαθήμενοι προβόλοις, μέγαν τινὰ καὶ τραχὺν ἀλαλαγμὸν ἐμβοήσαντες ἄνω τῶν ῥηθέντων μηχανημάτων ἑστῶτες οἱ βάρβαροι, λίθοις τε βαλόντες οὐκέτι χειροπληθέσιν ἀλλὰ καὶ λίαν παμμεγέθεσι καὶ ὧν οὐδεὶς ἐδύνατο τὴν φορὰν ὑπομεῖναι, πῦρ τε διὰ τῶν σιφώνων τῷ ἀέρι φυσήσαντες, καί τινα ἄλλα σκεύη καὶ αὐτὰ πυρὸς ἀνάμεστα εἴσω τοῦ τείχους ἐξακοντίσαντες, εἰς τοσαύτην ἔκπληξιν καὶ δειλίαν τοὺς ἐν τοῖς προβόλοις ὄντας ἐνέβαλον ὡς καταπηδῆσαι τὸ τάχος καὶ πρὸς φυγὴν ἐκτραπῆναι καὶ κενὸν ἅπαντα τὸν περίπατον τοῦ τείχους καταλιπεῖν.
34.8.1
ἐπειδὴ δὲ τὸ τέλος εἶδον τῶν βεβουλευμένων (πάντες γὰρ καθάπερ ἐξ ἀνέμου φύλλα πρὸς τὴν γῆν κατεφέροντο, οὐδὲ κατὰ τῶν κλιμάκων, ἀλλ' ὡς ἂν αὐτοὺς ὁ φόβος κατήπειγεν), ἕνα τινὰ τολμηρὸν βάρβαρον καὶ τῶν ἄλλων ὡς εἰκὸς μανικώτερον, Αἰθίοπα τὴν χροιάν, ταῖς ἐπάλξεσιν ἐπαφῆκαν.
34.9.1
ὁ δὲ τὴν μάχαιραν ἣν ἔτυχε ταῖς χερσὶ κατέχων ἀναρριπίζων, καὶ κατὰ τοῦ τείχους ἁλλόμενος, ἐπέμενε σκοπῶν τὴν ὁρμὴν τοῦ πλήθους, εἴ γε μὴ πρὸς ἀπάτην ἀλλὰ πρὸς τελείαν φυγὴν ἐκεῖθεν ἐξέκλινε.
34.10.1
καὶ γὰρ ὑφωρῶντο μή τινα κεκρυμμένην ἐνέδραν ἔχωσιν οἱ τῆς πόλεως ἐν ταῖς ἀγυιαῖς, δι' ἧς αὐτοὺς εἰς πολλὰ διαιρεθέντας δολερῶς κακουργήσονται, καὶ ἀμφέβαλλον τέως μὴ ἀπροόπτως οὕτως προσχωρεῖν τῇ πόλει καὶ τὰ παρ' ἑαυτῶν ἐνεργεῖν.
34.11.1
ὅτε δὲ ταῖς ῥιπίσεσι τῆς βαρβαρικῆς μαχαίρας ἐξαστράπτων ὁ ἀὴρ κατάδηλον ἐποίει πανταχοῦ τῶν πολεμίων τὴν εἴσοδον (καὶ γὰρ ἦν ὥρα τρίτη τῆς ἡμέρας), τότε δὴ πάντες τοῦ κακοῦ τὴν ἔκβασιν θεασάμενοι ἐτρέποντο ἄλλος ἀλλαχοῦ, τῷ θανάτῳ συνελαυνόμενοι.
34.12.1
ὁ δὲ ἦν ἐφεστὼς καὶ μηδεμίαν τοῦ λοιποῦ παραχωρῶν ἐπίνοιαν δι' ἧς αὐτὸν ὑπεκκλίνωσιν.