Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 35 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1.1
Εἶτα ὡς ἅπαν κενωθὲν τὸ τεῖχος εἶδον οἱ βάρβαροι, καὶ τὸ ἀσφαλὲς ἑαυτοῖς εἶχον ἐκ τῆς τοῦ πλήθους ἀνυποστάτου φυγῆς, σπουδῇ τῶν νηῶν ἐκβάντες καὶ τῶν ἐπάλξεων εἴσω καταπηδήσαντες τάς τε πύλας ἀναρριπίσαντες ἐδήλουν καὶ ταῖς ἄλλαις ναυσὶ τῶν πεπραγμένων τὸ πέρας, 35. 2 αἵτινες σπουδῇ καὶ αὗται παρὰ τὰς διεξόδους ἐγγύθεν προσορμισθεῖσαι ἔπεμπον τῇ πόλει τοὺς βαρβάρους, τὰ σώματα γεγυμνωμένους, μικρῷ τινι μόνῳ περιβολαίῳ τὰ κατὰ τὴν αἰδῶ συγκαλύπτοντας, τὰς μαχαίρας ἔχοντας ἐν χερσίν· 35. 3 οἳ καὶ ἔνδον γενόμενοι πρῶτον μὲν οὓς εὗρον ἔτι περὶ τὸ τεῖχος ἐνστρεφομένους, εἴτε τῷ φόβῳ βληθέντας καὶ κινηθῆναι μὴ δυναμένους παρεθέντος αὐτοῖς ἐκ τοῦ φόβου τοῦ σώματος, εἴτε πάλιν τοῖς ῥηθεῖσι πτώμασι συνθλασθέντας καὶ πρὸς τὴν φυγὴν ἀπελπίσαντας, τούτους τὸ τάχος ἀνεῖλον, εἶθ' οὕτω ταῖς λεωφόροις κατεμερίσθησαν.
35.4.1
τὸ δὲ πλῆθος τῆς πόλεως εἰς πολλὰ μέρη τμηθὲν διεθρυλλεῖτό τε καὶ συνείχετο, οὐκ ἔχον ὅπου περισωθείη ἢ τὴν συμφορὰν διακρούσεται.
35.5.1
ἦν γὰρ ἰδεῖν τότε τοὺς ἀνθρώπους ὡς ἀκυβέρνητα σκάφη τῇδε κἀκεῖσε περιφερομένους, ἐλεεινὸν θέαμα, ἄνδρας γυναῖκας νήπια, ἀλλήλοις συμπίπτοντας, ἀλλήλων ἐκκρεμαμένους, ἀσπαζομένους τὸν οἴκτιστον ἐκεῖνον καὶ τελευταῖον ἀσπασμόν.
35.6.1
εἴ πού τις καὶ πατὴρ ἐν αὐτοῖς πρεσβύτης, ἐπιπεσὼν τῷ τραχήλῳ τοῦ παιδὸς δεινὸν ἐπεκώκυε, τὸν χωρισμὸν οὐ φέρων, ἀλλὰ τὰ μέλη κατέχων τοῦ φιλτάτου, καὶ πρὸ τοῦ ξίφους τῷ φυσικῷ νυττόμενος πάθει τὸν θρῆνον ἑαυτῷ διετίθει, 35. 7 «φεῦ μοι» λέγων, «ὦ παῖ, ἐν τίσι νῦν ἐξετάζομαι καὶ τίνα ταῦτα τοῖς ὀφθαλμοῖς καθορῶ;
35.8.1
εἰς τοῦτο γάρ σε ἐπιμελῶς ἐξέθρεψα καὶ διὰ τοῦτό σε παιδευταῖς ἐξεδόμην καὶ συνέσει διαπρέπειν ἐν τοῖς ὁμήλιξι διεσπούδασα, ἵν' ὅτε προσεδόκων ζηλωτὸς μὲν εἶναι τῇ εὐπαιδίᾳ, ἐπίφθονος δὲ τῇ ἐπὶ σοὶ καυχήσει, μακαριώτερος δὲ πολλῶν ἄλλων πατέρων ὡς τοιοῦτον ἔχων εὐπρεπέστατον τέκνον, ἐράσμιον μὲν τὴν ἡλικίαν τοῦ σώματος, ἐρασμιώτερον δὲ τοῦ προσώπου τὴν θέαν καὶ ἔτι μᾶλλον τῆς ψυχῆς τὴν ἰδέαν, τότε κατ' ὀφθαλμοὺς ἰδέσθαι τὸν ὄλεθρον τοῦτον καὶ δυστυχέστατον ἀπὸ σοῦ χωρισμόν;
35.9.1
καὶ διὰ τοῦτο μέχρι τοῦδε τῇ δυστήνῳ ταύτῃ τετήρημαι πολιᾷ, ἵν' ὑπὸ βαρβάρων ἴδω καταικιζόμενόν σου τὸ σῶμα καὶ τὰ φίλτατά μοι καὶ παμπόθητα μέλη τῷ ξίφει τοῦ δημίου ἀνηλεῶς διασπώμενα;
35.10.1
οἴμοι, τίς γένωμαι; ποίαις ὄψεσι ταῦτα κατίδω; ποῖον ἐπὶ σοὶ ποιήσωμαι θρῆνον;
35.11.1
εἴθε τοιούτου τύχοιμεν δημίου ὃς ἐμὲ πρῶτον τῇ μαχαίρᾳ διέλοι, ἵνα μὴ καθυστερήσας δριμυτέρας τοῦ ξίφους ἐπὶ σοὶ τὰς ἀλγηδόνας αἰσθήσωμαι.
35.12.1
ἑνὶ τούτῳ τῷ μιαιφόνῳ χάριτας ὁμολογήσω, εἴ γε τῆς σφαγῆς ἀπὸ τοῦ ἐμοῦ κατάρξηται γηραιοῦ τραχήλου· εἶθ' οὕτω τῷ ἐμῷ λύθρῳ τὸ σὸν σπείσειεν αἷμα.
35.13.1
καὶ γὰρ οὕτω τὴν πολλὴν ὀδύνην ὑποτέμοι τῷ ἐγχειρήματι».

Intertext edge

Open linked passage

Note