De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
Καὶ ταῦτα μὲν οὗτος· ἄλλοθεν δὲ πάλιν ἄλλος τις τῇ συννόμῳ γυναικὶ προστυχών, βύθιόν τι καὶ μέγα στενάξας, τὴν κεφαλήν τε κινήσας καὶ τὴν μορφὴν ἀλλοιώσας, προσδραμὼν αὐτῇ καὶ περιπλακεὶς τὴν συμφορὰν ἐτραγῴδει.
36.2.1
«σώζου, γύναι, καὶ τοῦ συννόμου μὴ ἐπιλάθῃ.
36.3.1
ἤδη γὰρ ἡ μεγάλη στοργή, ἣν πρὸς ἀλλήλους ἐθέμεθα τῇ κοινωνίᾳ τῆς φύσεως, διακόπτεται σήμερον, καὶ ξίφος καινοτομεῖ τὴν συνάφειαν, καὶ θάνατος ἄωρος τὴν συζυγίαν διίστησιν.
36.4.1
οὐκέτι τὴν ζωὴν τῇ κοινότητι τῆς βιοτῆς ἐξανύομεν.
36.5.1
οὐδεὶς ἡμῖν τοῦ λοιποῦ παιδοποιίας λόγος.
36.6.1
εἴθε μηδὲ ταῦτα, ἃ νῦν ἡμᾶς περιέστηκε νήπια, τοῖς ὀφθαλμοῖς κατείδομεν ἐξ ἀρχῆς, εἴθε τῇ σορῷ ταῖς ἡμετέραις χερσὶν ἀπεδόθησαν, καὶ μὴ τοῖς θηρσὶ τούτοις εἰς δυστυχῆ δουλείαν διετηρήθησαν.» 36. 7 εἶτα τοῖς τέκνοις ἀναμιχθέντες καὶ τὸν θρῆνον χοροστατήσαντες τὴν διαίρεσιν ἐκαρτέρουν.
36.8.1
ἀδελφὸς δὲ πάλιν ἀδελφῷ συναντήσας καὶ φίλος φίλῳ, ὁ μὲν τὴν συγγένειαν ὁ δὲ τὴν μακρὰν συνήθειαν ἀπεκλαίετο.
36.9.1
καὶ ἁπλῶς τῇ ἀμετρίᾳ τῶν κατὰ μέρος θρήνων κραυγῆς ἀσήμου πάντα πεπλήρωτο, ὥσπερ ἂν εἰς σφαγὴν συγκλεισθέντων προβάτων καὶ συμμιγῆ φωνὴν ἀφιέντων.
36.10.1
οἱ μὲν γὰρ αὐτῶν πρὸς τοὺς οἴκους ἀπέτρεχον, οἱ δὲ τὰς ὁδοὺς ἀπεσκόπουν· ἄλλοι πρὸς τοὺς σεβασμίους οἴκους ἠλαύνοντο, ἄλλοι τὰς πύλας τῆς πόλεως καταλαβεῖν ἔσπευδον.
36.11.1
ἕτεροι δὲ πρὸς τὸ τεῖχος ἀνιέναι ἐβούλοντο μέν, οὐ δεδύνηντο δὲ ὑποκλαζούσης αὐτοῖς τῆς φυσικῆς ἰσχύος τῇ προσδοκίᾳ τῶν φοβερῶν· 36. 12 οὐκ εἶχον γὰρ ὅπως διαθῶνται πρὸς τὸ κακόν, ἀλλ' ὅπουπερ ἂν ἔτυχον γεγονότες τῆς πόλεως, κατὰ πρόσωπον εὕρισκον ἀπαντῶντας τὸν θάνατον, ὡς μηδὲν αὐτοῖς εἶναι λοιπὸν ἀσφαλὲς πρὸς ἐπίνοιαν.