De expugnatione Thessalonicae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
Ἀλλὰ πῶς ἄν σοι τοῦ λοιποῦ τὴν καθ' ἡμᾶς συμφοράν, ὦ ἀνδρῶν λογιώτατε, ἢ τὴν ἐπαλληλίαν τῶν τοσούτων ἀνιαρῶν διαγράψωμαι;
37.2.1
ποῖον τούτων πρῶτον εἰπὼν τοῖς ἄλλοις δευτερεύειν παραχωρήσω; ἐπὶ τίνι τὴν γλῶτταν κινήσω ἢ τὴν χεῖρα πρὸς γραφὴν ἐξενέγκω;
37.3.1
ἐξιστᾷ γάρ μου τὸν νοῦν ἡ μνήμη τῶν γεγονότων, καὶ οἷον ὁρᾶν πάλιν δοκῶν τῶν λεχθησομένων τὰ πράγματα δυσεπιχείρητον τὴν περὶ τούτων ἐξήγησιν ἐπαισθάνομαι.
37.4.1
ἡ γὰρ ἀνατύπωσις τῶν γεγονότων ὡς ἄρτι πραττομένων τῇ ψυχῇ διὰ τῆς μνήμης τὸν κίνδυνον εἰκονίζουσα καὶ διαμορφοῦσα τῇ φαντασίᾳ τὰ πράγματα, τὴν ὁρμὴν τοῦ λέγειν ἐπέχειν βιάζεται.
37.5.1
οἷα γὰρ ἦν τὰ τελούμενα τότε!
37.6.1
οἱ μὲν πρὸ τῆς σωματικῆς τὴν τῆς ψυχῆς πλέον δεδιότες πανολεθρίαν πρὸς τὸ θανεῖν ἐδυσφόρουν, ἀρχὴν τῶν ἐκεῖθεν κολάσεων τὸν χωρισμὸν ἡγούμενοι τὸν τοῦ σώματος· 37. 7 οἱ δὲ τῇ γῇ προσερείδοντες τὰ γόνατα, κρουνούς τε δακρύων ἐκβλύζοντες, ἀξίους παραδεχθῆναι τῆς κλήσεως διὰ τοῦ τοιούτου θανάτου τὸν θεὸν ἐλιτάνευον.
37.8.1
ἄλλοι τῇ μνήμῃ τῶν ἡμαρτημένων τομώτερον τοῦ ξίφους τὸ συνειδὸς νυττόμενοι τὸν ἀναλωθέντα χρόνον ἐπὶ ματαίῳ ἀνεκαλοῦντο μεταμελούμενοι.
37.9.1
ἕτεροι μηδὲν τοιοῦτον ἐνεργῆσαι δυνάμενοι, ἀλλὰ τὸν λογισμὸν προδόντες τῇ ἀγωνίᾳ, ἵσταντο τρομώδεις, δίκην ἀψύχων δένδρων τὴν τομὴν ἀναμένοντες.
37.10.1
ἄλλοι δὲ καθάπερ οἴστρῳ τῷ φόβῳ πληττόμενοι ἀκάθεκτοι ταῖς ὁρμαῖς ἦσαν· ἐξ ὧν καὶ πλεῖστοι πρὸς τὸ ἐκτὸς τοῦ τείχους ἀσυλλογίστως ἑαυτοὺς ἀκοντίσαντες ἢ τῷ πτώματι τὴν ζωὴν συνεπέραναν ἢ τοῖς ἐκεῖσε στρεφομένοις βαρβάροις ἑαυτοὺς ἐνεχείρισαν.