Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De expugnatione Thessalonicae
Joannes CameniatesThes 38 · pg-scrape-grcMore by Joannes Cameniates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannes-cameniates" aria-label="More works by Joannes Cameniates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Τί δὲ τῶν γυναικῶν εἴπω πρῶτον, οἷς καὶ αὐτὸν τὸν ἀέρα συνθρηνεῖν αὐταῖς ἐβιάζοντο;
38.2.1
ᾔτουν τὰς ἀνακλήσεις, τὰς οἰμωγάς, τῶν τέκνων τὰς περιπλοκάς, 38. 3 οὐδ' εὐσχημονεῖν ἔτι βουλόμεναι νικηθεῖσαι τῷ πάθει, οὐδὲ τῆς ὄψεως τῶν ἀνδρῶν ἑαυτὰς ὑπεκκλίνειν, ἀλλ' ἀναιδῶς φερόμεναι, τὰς κόμας ἔχουσαι λελυμένας καὶ τῶν πρὸς συστολὴν ἀμελήσασαι, ἤγοντο συνεκβοῶσαι τοὺς θρήνους καὶ τοῦ κινδύνου καταστενάζουσαι.
38.4.1
εἴ που καὶ παρθένος ἐν αὐταῖς, ἡ μήπω τῆς οἰκουρίας προβᾶσα ἀλλ' ἀσφαλῶς τηρουμένη τῷ γάμῳ καὶ σεμνότητα πᾶσαν δεδιδαγμένη, τὴν αἰδῶ τῆς ὄψεως περιάρασα, καὶ μηδ' ὅτι γυνὴ τυγχάνει τῷ δέει λογιζομένη, διῄει τῆς ἀγορᾶς ἐν μέσῳ, ταῖς ἄλλαις γυναιξὶ κοινωνοῦσα τοῦ θρήνου καὶ δεινὸν ἀλαλάζουσα.
38.5.1
μονασταὶ δὲ καὶ μονάζουσαι, ὅσοι τὴν προσπάθειαν τοῦ βίου κομιδῇ νέοι ὑπάρχοντες τῷ φίλτρῳ τῆς ἀρετῆς ἀπεσείσαντο, ἑαυτοῖς μόνοις καὶ θεῷ ζῶντες, τῶν ἀσκητηρίων ἐκβάντες καὶ ταῖς πλατείαις διασπαρέντες τῆς πόλεως τὸν κοινὸν ὄλεθρον γοερὸν ἐκλαυθμύριζον.
38.6.1
ἐξ οὗ δή μοι καὶ θάμβος ἐπέρχεται, ὅταν κατὰ νοῦν λάβω τὴν ποικίλην καὶ διάφορον ἀρετὴν τῶν Ναζιραίων ἐκείνων, ἣν καταμόνας ἐφιλοπόνουν, ἤτοι τὴν πάννυχον ψαλμῳδίαν καὶ τὴν ἱερὰν παρθενίαν τήν τε ἐκτενῆ προσευχὴν καὶ τὸ ἀκατάπαυστον δάκρυον· 38. 7 πῶς οὐκ ἔκαμψαν ἐφ' ἡμᾶς τὸν θεϊκὸν ἔλεον, πῶς οὐ κατεγγυήσαντο τὴν πόλιν, πῶς οὐχ εὗρον ἔπαθλον ἀρετῆς τὴν ἀποφυγὴν τοῦ κινδύνου, συνελήφθησαν δὲ μᾶλλον καθάπερ ἀνεπίσκοπα πρόβατα, πάντες τῆς μαχαίρας γεγονότες καὶ τῷ κλήρῳ τῶν ἁμαρτωλῶν τῆς σφαγῆς κοινωνήσαντες.
38.8.1
πλὴν ἡγοῦμαι ὅτι τούτων μὲν ὁ θάνατος, ὥς φησιν ὁ ψαλμός, τίμιος γέγονεν ἐναντίον κυρίου, κἀν τούτῳ τοῦ σοφοῦ τοὺς οἰκείους δούλους τιμήσαντος, ἵνα μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὸ τέλος μαρτυρικὸν ἀπενέγκωνται, ὡς ἂν ἐπιδαψιλεύσηται τούτοις τὰ τῆς ὑπομονῆς γέρα καὶ τῶν ἀρρήτων ἐκείνων ἀγαθῶν τὴν ἀντίδοσιν· 38. 9 ἡμῶν δὲ τὸ πλῆθος τῶν παραπτώσεων οὐ μόνον τὰς τούτων ἐντεύξεις ἀλλὰ καὶ τὰς τῶν μαρτύρων πρεσβείας ἀσυντελεῖς δειχθῆναι πεποίηκεν, ἵν' ἡμῶν παθόντων ὅπερ ἤδη πεπόνθαμεν, ἔχωσι γνῶναι πάντες οἱ τῶν θείων καταφρονηταὶ διατάξεων ὡς κακίᾳ πλεονεκτοῦντας οὐδὲν αὐτοὺς τῆς δεσποτικῆς ἀπειλῆς τῶν σωτηρίων βοηθημάτων ἐξαιρήσασθαι δυνηθήσεται.

Intertext edge

Open linked passage

Note